1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

67

εἰργάζοντο. βασιλικὴ δ' ἑκάστῳ τῶν παίδων κεκλήρωτο παρασκευή, ὁπλῖται, δορυφόροι, σωματοφύλακες, στρατευμάτων τε τάγματα παντοῖα, τούτων δὲ καθηγεμόνες, λοχαγοί, στρατηγοί, ταξίαρχοι, ὧν τῆς ἐν πολέμοις ἐπιστήμης τῆς τε πρὸς αὐτὸν 4.52.1 εὐνοίας ὁ πατὴρ προειλήφει τὴν πεῖραν. ἁπαλοῖς μὲν οὖν ἔτι τὴν ἡλικίαν τοῖς καίσαρσιν ἀναγκαίως οἱ συμπράττοντες συνῆσάν τε καὶ τὰ κοινὰ διῴκουν, εἰς ἄνδρας δὲ λοιπὸν προϊοῦσιν αὐτοῖς μόνος ὁ πατὴρ εἰς διδασκαλίαν ἐπήρκει, τοτὲ μὲν παρόντας ἰδιαζούσαις ὑποθήκαις ζηλωτὰς αὐτοὺς παρορμῶν καὶ μιμητὰς τῆς αὐτοῦ θεοσεβείας ἀποτελεῖσθαι διδάσκων, τοτὲ δ' ἀποῦσι τὰ βασιλικὰ προσφωνῶν διῄει γράφων παραγγέλματα, ὧν τὸ μέγιστον ἦν καὶ πρώτιστον τὴν εἰς τὸν πάντων βασιλέα θεὸν γνῶσίν τε καὶ εὐσέβειαν 4.52.2 πρὸ παντὸς πλούτου καὶ πρὸ αὐτῆς βασιλείας τιμᾶσθαι. ἤδη δ' αὐτοῖς καὶ τοῦ δι' αὐτῶν πράττειν τὰ λυσιτελῆ τοῖς κοινοῖς ἐξουσίαν ἐδίδου, καὶ τὴν ἐκκλησίαν δὲ τοῦ θεοῦ διὰ φροντίδος ἄγειν ἐν πρώτοις παρῄνει, αὐτοῖς τε διαρρήδην Χριστιανοῖς εἶναι παρεκελεύετο. καὶ ὁ μὲν οὕτω τοὺς υἱοὺς προῆγεν, οἱ δὲ οὐχ ὡς ἐκ παραγγέλματος αὐτογνώμονι δὲ προθυμίᾳ τὰς τοῦ πατρὸς παραινέσεις ὑπερέβαλλον, τῇ πρὸς τὸν θεὸν ὁσίᾳ τὴν σφῶν διάνοιαν συντείνοντες, τούς τε τῆς ἐκκλησίας θεσμοὺς ἐν αὐτοῖς βασιλείοις σὺν τοῖς 4.52.3 οἰκείοις ἅπασιν ἀπεπλήρουν. καὶ τοῦτο δ' ἔργον τῆς τοῦ πατρὸς ὑπῆρχε προμηθείας τὸ τοὺς συνοίκους ἅπαντας θεοσεβεῖς παραδοῦναι τοῖς παισί, καὶ τῶν πρώτων δὲ ταγμάτων, οἳ τὴν τῶν κοινῶν ἐτύγχανον ἀναδεδεγμένοι φροντίδα, τοιοῦτοί τινες ὑπῆρχον· τοῖς γοῦν κατὰ θεὸν πιστοῖς ἀνδράσιν αὐτοὺς ὥσπερ τισὶν ὀχυροῖς περιβόλοις ἠσφαλίζετο. 4.52.4 Ἐπεὶ δὲ καὶ ταῦτα εὐπρεπῶς διέκειτο τῷ τρισμακαρίῳ, θεὸς ὁ παντὸς ἀγαθοῦ πρύτανις, ὡσανεὶ τῶν καθόλου πραγμάτων εὖ διατεθέντων αὐτῷ, καιρὸν εὔκαιρον εἶναι λοιπὸν τῆς τῶν κρειττόνων μεταλήψεως ἐδοκίμαζε καὶ τὸ τῇ φύσει χρεὼν ἐπῆγε. 4.53.1 ∆ύο μὲν οὖν πρὸς τοῖς τριάκοντα τῆς βασιλείας ἐνιαυτοῖς μησί τε καὶ ἡμέραις βραχείαις δέουσιν ἐπλήρου, τῆς δὲ ζωῆς ἀμφὶ τὸν διπλασίονα χρόνον. ἐν ᾧ τῆς ἡλικίας ἀπαθὲς μὲν καὶ ἄλυτον αὐτῷ διήρκει τὸ σῶμα, κηλῖδος καθαρὸν ἁπάσης παντός τε νέου νεανικώτερον, ὡραῖον μὲν ἰδεῖν, ῥωμαλέον δ' ὅ τι δέοι δυνάμει καταπράξασθαι, ὡς καὶ γυμνάζεσθαι καὶ ἱππάζεσθαι καὶ ὁδοιπορεῖν, πολέμοις τε παραβάλλειν τρόπαιά τε κατ' ἐχθρῶν ἐγείρειν καὶ τὰς συνήθεις ἀναιμακτὶ κατὰ τῶν δι' ἐναντίας αἴρεσθαι νίκας. Καὶ τὰ τῆς ψυχῆς δ' ὡσαύτως εἰς ἄκρον τῆς ἐν ἀνθρώποις τελειώσεως αὐτῷ προῄει, πᾶσι μὲν ἐμπρέποντι τοῖς καλοῖς, ὑπερβαλλόντως δὲ τῇ φιλανθρωπίᾳ, ὃ δὴ καὶ μεμπτὸν ἐνομίζετο τοῖς πολλοῖς τῆς τῶν μοχθηρῶν ἀνδρῶν φαυλότητος εἵνεκα, οἳ τῆς σφῶν κακίας τὴν βασιλέως ἐπεγράφοντο ἀνεξι4.54.2 κακίαν αἰτίαν. καὶ γὰρ οὖν ἀληθῶς δύο χαλεπὰ ταῦτα κατὰ τοὺς δηλουμένους τούτους χρόνους καὶ αὐτοὶ κατενοήσαμεν, ἐπιτριβῆς ἄνεσιν ἀπλήστων καὶ μοχθηρῶν ἀνδρῶν τῶν πάντα λυμαινομένων βίον, εἰρωνείαν τ' ἄλεκτον τῶν τὴν ἐκκλησίαν ὑποδυομένων καὶ τὸ Χριστιανῶν ἐπιπλάστως σχηματιζο4.54.3 μένων ὄνομα. τὸ δ' αὐτοῦ φιλάνθρωπον καὶ φιλάγαθον τό τε τῆς πίστεως εἰλικρινὲς καὶ τοῦ τρόπου τὸ φιλάληθες ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιζομένων εὔνοιαν τ' ἀληθῆ περὶ αὐτὸν πεπλασμένῃ ψυχῇ σῴζειν προσποιουμένων· οἷς ἑαυτὸν καταπιστεύων τάχα ἄν ποτε καὶ τοῖς μὴ πρέπουσιν ἐνεπείρετο, κηλῖδα ταύτην τοῖς αὐτοῦ καλοῖς ἐπιφέροντος τοῦ φθόνου. 4.55.1 Ἀλλὰ τοὺς μὲν οὐκ εἰς μακρὸν ἡ θεία μετήρχετο δίκη. αὐτὸς δὲ βασιλεὺς οὕτω τὴν ψυχὴν λογικῇ συνέσει προῆκτο, ὡς αὐτῆς μέχρι τελευτῆς συνήθως μὲν λογογραφεῖν, συνήθως δὲ τὰς προσόδους ποιεῖσθαι καὶ τὰς θεοπρεπεῖς τοῖς ἀκροαταῖς διδασκαλίας παρέχειν, νομοθετεῖν τε συνήθως τοτὲ μὲν πολιτικοῖς τοτὲ δὲ στρατιωτικοῖς, πάντα τε προσφόρως τῷ τῶν ἀνθρώπων ἐπι4.55.2 νοεῖν βίῳ. μνημονεῦσαι δ' ἄξιον, ὡς πρὸς αὐτῇ γεγονὼς τῇ τοῦ βίου τελευτῇ ἐπικήδειόν τινα λόγον ἐπὶ τοῦ συνήθους διῆλθεν ἀκροατηρίου, μακρὸν δὲ κατατείνας ἐν τούτῳ περὶ