1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

59

ἁπανταχοῦ τῆς οἰκουμένης ἐθνῶν ὥσπερ ὑφ' ἑνὶ κυβερνήτῃ διευθυνομένων καὶ τὴν ὑπὸ τῷ θεράποντι τοῦ θεοῦ πολιτείαν ἀσπαζομένων, μηδενὸς μηκέτι παρενοχλοῦντος τὴν Ῥωμαίων ἀρχήν, ἐν εὐστα4.14.2 θεῖ καὶ ἀταράχῳ βίῳ τὴν ζωὴν διῆγον οἱ πάντες. βασιλεὺς δὲ κρίνας αὐτῷ τὰ μεγάλα συντείνειν πρὸς τὴν τῶν ὅλων φυλακὴν τὰς τῶν θεοσεβῶν εὐχάς, ταύτας ἀναγκαίως ἐπορίζετο αὐτός θ' ἱκέτης γιγνόμενος τοῦ θεοῦ τοῖς τε τῶν ἐκκλησιῶν προέδροις τὰς ὑπὲρ αὐτοῦ λιτὰς ποιεῖσθαι ἐγκελευόμενος. 4.15.1 Ὅση δ' αὐτοῦ τῇ ψυχῇ πίστεως ἐνθέου ὑπεστήρικτο δύναμις, μάθοι ἄν τις καὶ ἐκ τοῦδε λογιζόμενος, ὡς ἐν τοῖς χρυσοῖς νομίσμασι τὴν αὐτὸς αὐτοῦ εἰκόνα ὧδε γράφεσθαι διετύπου, ὡς ἄνω βλέπειν δοκεῖν ἀνατεταμένου πρὸς 4.15.2 θεὸν τρόπον εὐχομένου. τούτου μὲν οὖν τὰ ἐκτυπώματα καθ' ὅλης τῆς Ῥωμαίων διέτρεχεν οἰκουμένης. ἐν αὐτοῖς δὲ βασιλείοις κατά τινας πόλεις ἐν ταῖς εἰς τὸ μετέωρον τῶν προπύλων ἀνακειμέναις εἰκόσιν ἑστὼς ὄρθιος ἐγράφετο, ἄνω μὲν εἰς οὐρανὸν ἐμβλέπων, τὼ χεῖρε δ' ἐκτεταμένος εὐχο4.16.1 μένου σχήματι. ὧδε μὲν οὖν αὐτὸς ἑαυτὸν κἀν ταῖς γραφαῖς εὐχόμενον ἀνίστη. νόμῳ δ' ἀπεῖργεν εἰκόνας αὐτοῦ εἰδώλων ἐν ναοῖς ἀνατίθεσθαι, ὡς μηδὲ μέχρι σκιαγραφίας τῇ πλάνῃ τῶν ἀπειρημένων μολύνοιτο ἡ γραφή. Σκέψαιτο δ' ἄν τις τὰ τούτων σεμνότερα, διαγνοὺς ὡς ἐν αὐτοῖς τοῖς βασιλείοις ἐκκλησίας θεοῦ τρόπον διέθετο, σπουδῆς ἐξάρχων αὐτὸς τῶν ἔνδον ἐκκλησιαζομένων· μετὰ χεῖράς γέ τοι λαμβάνων τὰς βίβλους τῇ τῶν θεοπνεύστων λογίων θεωρίᾳ προσανεῖχε τὸν νοῦν, εἶτ' εὐχὰς ἐνθέσμους σὺν τοῖς τὸν βασίλειον οἶκον πληροῦσιν ἀπεδίδου. Καὶ ἡμέραν δ' εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον διετύπου. διάκονοι δ' αὐτῷ καὶ ὑπηρέται θεῷ καθιερωμένοι βίου τε σεμνότητι καὶ ἀρετῇ πάσῃ κόσμιοι ἄνδρες φύλακες τοῦ παντὸς οἴκου καθίσταντο, δορυφόροι τε πιστοί, σωματοφύλακες, τρόποις εὐνοίας πιστῆς καθωπλισμένοι, βασιλέα διδάσκαλον εὐσεβῶν ἐπεγράφοντο τρόπων, τιμῶντες οὐχ ἧττον καὶ αὐτοὶ τὴν σωτήριον καὶ κυριακὴν ἡμέραν 4.18.2 εὐχάς τε ἐν αὐτῇ συντελοῦντες τὰς βασιλεῖ φίλας. ταὐτὸν δὲ πράττειν καὶ πάντας ἐνῆγεν ἀνθρώπους ὁ μακάριος, ὥσπερ εὐχὴν ταύτην πεποιημένος ἠρέμα σύμπαντας ἀνθρώπους θεοσεβεῖς ἀπεργάσασθαι. διὸ τοῖς ὑπὸ τῇ Ῥωμαίων ἀρχῇ πολιτευομένοις ἅπασι σχολὴν ἄγειν ταῖς ἐπωνύμοις τοῦ σωτῆρος ἡμέραις ἐνομοθέτει, ὁμοίως δὲ καὶ τὰς πρὸ τοῦ σαββάτου τιμᾶν, μνήμης ἕνεκά μοι δοκεῖν τῶν ἐν ταύταις τῷ κοινῷ σωτῆρι πεπρᾶχθαι μνημο4.18.3 νευομένων. τὴν δέ γε σωτήριον ἡμέραν, ἣν καὶ φωτὸς εἶναι καὶ ἡλίου ἐπώνυμον συμβαίνει, τὰ στρατιωτικὰ πάντα διὰ σπουδῆς τιμᾶν διδάσκων, τοῖς μὲν τῆς ἐνθέου μετέχουσι πίστεως ἀκωλύτως τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσκαρτερεῖν μετεδίδου σχολῆς, ἐφ' ᾧ τὰς εὐχὰς μηδενὸς αὐτοῖς ἐμποδὼν γινο4.19.1 μένου συντελεῖν, τοῖς δὲ μήπω τοῦ θείου λόγου μετασχοῦσιν ἐν δευτέρῳ νόμῳ διεκελεύετο κατὰ τὰς κυριακὰς ἡμέρας ἐν προαστείοις ἐπὶ καθαροῦ προιέναι πεδίου κἀνταῦθα μεμελετημένην εὐχὴν ἐξ ἑνὸς συνθήματος ὁμοῦ τοὺς πάντας ἀναπέμπειν θεῷ. μὴ γὰρ δόρασι χρῆναι, μηδὲ παντευχίαις, μηδ' ἀλκῇ σωμάτων τὰς ἑαυτῶν ἐξάπτειν ἐλπίδας, τὸν δ' ἐπὶ πάντων εἰδέναι θεόν, παντὸς ἀγαθοῦ καὶ δὴ καὶ αὐτῆς νίκης δοτῆρα, ᾧ καὶ τὰς ἐνθέσμους προσήκειν ἀποδιδόναι εὐχάς, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ' ἐπὶ τὸν οὐράνιον βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμούς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα καὶ σωτῆρα φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους. καὶ τῆς εὐχῆς δὲ τοῖς στρατιωτικοῖς ἅπασι διδάσκαλος ἦν αὐτός, Ῥωμαίᾳ γλώττῃ τοὺς πάντας ὧδε λέγειν ἐγκελευσάμενος· "6σὲ μόνον οἴδαμεν θεόν, σὲ βασιλέα γνωρίζομεν, σὲ βοηθὸν ἀνακαλού"7μεθα, παρὰ σοῦ τὰς νίκας ἠράμεθα, διὰ σοῦ κρείττους τῶν ἐχθρῶν κατ"7έστημεν, σοὶ τὴν τῶν προυπαρξάντων ἀγαθῶν χάριν γνωρίζομεν, σὲ καὶ "7τῶν μελλόντων δοτῆρα ἐλπίζομεν, σοῦ πάντες ἱκέται γιγνόμεθα, τὸν ἡμέ"7τερον βασιλέα Κωνσταντῖνον