1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

60

παῖδάς τε αὐτοῦ θεοφιλεῖς ἐπὶ μήκιστον ἡμῖν 4.20.2 "7βίου σῶον καὶ νικητὴν φυλάττεσθαι ποτνιώμεθα."6 τοιαῦτα κατὰ τὴν τοῦ φωτὸς ἡμέραν ἐνομοθέτει πράττειν τὰ στρατιωτικὰ τάγματα, καὶ τοιαύτας ἐδίδασκεν ἐν ταῖς πρὸς θεὸν εὐχαῖς ἀφιέναι φωνάς. 4.21.1 Ἤδη δὲ καὶ ἐπ' αὐτῶν τῶν ὅπλων τὸ τοῦ σωτηρίου τροπαίου σύμβολον κατασημαίνεσθαι ἐποίει, τοῦ τε ἐνόπλου στρατοῦ προπομπεύειν χρυσῶν μὲν ἀγαλμάτων, ὁποῖα πρότερον αὐτοῖς ἔθος ἦν, τὸ μηθέν, μόνον δὲ τὸ σωτήριον τρόπαιον. Αὐτὸς δ' οἷά τις μέτοχος ἱερῶν ὀργίων ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ βασιλικοῖς ταμείοις καιροῖς ἑκάστης ἡμέρας τακτοῖς ἑαυτὸν ἐγκλείων, μόνος μόνῳ τῷ αὐτοῦ προσωμίλει θεῷ, ἱκετικαῖς τε δεήσεσι γονυπετῶν κατεδυσώπει ὧν ἐδεῖτο τυχεῖν, ταῖς δὲ τῆς σωτηρίου ἑορτῆς ἡμέραις ἐπιτείνων τὴν ἄσκησιν πάσῃ ῥώμῃ ψυχῆς καὶ σώματος τὰς θείας ἱεροφαντίας ἐτελεῖτο, ὧδε μὲν 4.22.2 ἁγνείᾳ βίου ὅλως ἀνακείμενος, ὧδε δὲ τοῖς πᾶσι τῆς ἑορτῆς ἐξάρχων. τὴν δ' ἱερὰν διανυκτέρευσιν μετέβαλλεν εἰς ἡμερινὰ φῶτα, κηροῦ κίονας ὑψηλοτάτους καθ' ὅλης ἐξαπτόντων τῆς πόλεως τῶν ἐπὶ τούτῳ τεταγμένων, λαμπάδες δ' ἦσαν πυρὸς πάντα φωτίζουσαι τόπον, ὡς λαμπρᾶς ἡμέρας τηλαυγεστέραν τὴν μυστικὴν διανυκτέρευσιν ἀποτελεῖσθαι. διαλαβούσης δὲ τῆς ἕω, τὰς σωτηρίους εὐεργεσίας μιμούμενος πᾶσιν ἔθνεσι λαοῖς τε καὶ δήμοις τὴν εὐεργετικὴν ἐξήπλου δεξιάν, πλούσια πάντα τοῖς πᾶσι δωρούμενος. 4.23.1 Οὕτω μὲν οὖν αὐτὸς τῷ ἑαυτοῦ ἱερᾶτο θεῷ. καθόλου δὲ τοῖς ὑπὸ τῇ Ῥωμαίων ἀρχῇ δήμοις τε καὶ στρατιωτικοῖς πύλαι πάσης ἀπεκλείοντο εἰδωλολατρίας, θυσίας τε τρόπος ἀπηγορεύετο πᾶς. καὶ τοῖς κατ' ἔθνος δ' ἄρχουσιν ὁμοίως τὴν κυριακὴν ἡμέραν νόμος ἐφοίτα γεραίρειν· οἱ δ' αὐτοὶ νεύματι βασιλέως καὶ μαρτύρων ἡμέρας ἐτίμων καιρούς θ' ἑορτῶν ἐκκλησίαις ἐδόξαζον, πάντα τε βασιλεῖ καταθυμίως τὰ τοιαῦτα ἐπράττετο. Ἔνθεν εἰκότως αὐτὸς ἐν ἑστιάσει ποτὲ δεξιούμενος ἐπισκόπους λόγον ἀφῆκεν, ὡς ἄρα καὶ αὐτὸς εἴη ἐπίσκοπος, ὧδέ πη αὐτοῖς εἰπὼν ῥήμασιν ἐφ' ἡμετέραις ἀκοαῖς· "6ἀλλ' ὑμεῖς μὲν τῶν εἴσω τῆς ἐκκλησίας, ἐγὼ δὲ τῶν ἐκτὸς ὑπὸ θεοῦ καθεσταμένος ἐπίσκοπος ἂν εἴην."6 ἀκόλουθα δὲ τῷ λόγῳ διανοούμενος τοὺς ἀρχομένους ἅπαντας ἐπεσκόπει, προὔτρεπέ τε ὅσηπερ ἂν ἡ δύναμις τὸν εὐσεβῆ μεταδιώκειν βίον. Ἔνθεν εἰκότως ἐπαλλήλοις νόμοις τε καὶ διατάξεσι τοῖς πᾶσι διεκελεύετο μὴ θύειν εἰδώλοις, μὴ μαντεῖα περιεργάζεσθαι, μὴ ξοάνων ἐγέρσεις ποιεῖσθαι, μὴ τελετὰς κρυφίους ἐκτελεῖν, μὴ μονομάχων μιαιφονίαις μολύνειν 4.25.2 τὰς πόλεις. τοῖς δὲ κατ' Αἴγυπτον αὐτήν τε τὴν Ἀλεξάνδρειαν τὸν παρ' αὐτοῖς ποταμὸν δι' ἀνδρῶν ἐκτεθηλυμμένων θεραπεύειν ἔθος ἔχουσι νόμος ἄλλος κατεπέμπετο, πᾶν τὸ τῶν ἀνδρογύνων γένος ὥσπερ τι κίβδηλον ἀφανὲς γίγνεσθαι τοῦ βίου, μηδ' ἐξεῖναί ποι ὁρᾶσθαι τοὺς τὴν ἀσέλγειαν ταύτην 4.25.3 νενοσηκότας. ἐπεὶ δ' ὑπέλαβον οἱ δεισιδαίμονες μηκέτι τὸν ποταμὸν ῥεύσειν αὐτοῖς συνήθως, πᾶν τοὐναντίον ἢ προσεδόκησαν θεὸς τῷ βασιλέως συμπράττων νόμῳ κατειργάζετο. οἱ μὲν γὰρ οὐκέτι ἦσαν οἱ τῇ σφῶν βδελυρίᾳ τὰς πόλεις μιαίνοντες, ὁ δὲ ὡσανεὶ καθαρθείσης αὐτῷ τῆς χώρας ἐφέρετο οἷος οὐδέποτε, ἀνέβαινέ τε πλουσίῳ τῷ ῥεύματι πάσας ἐπικλύζων τὰς ἀρούρας, ἔργῳ παιδεύων τοὺς ἄφρονας μιαροὺς μὲν ἐκτρέπεσθαι δεῖν ἄνδρας, μόνῳ δὲ τῷ παντὸς ἀγαθοῦ δοτῆρι τὴν τῶν καλῶν ἀνατιθέναι αἰτίαν. 4.26.1 Ἀλλὰ γὰρ μυρία τοιαῦτα βασιλεῖ πραχθέντα ἐφ' ἑκάστης ἐπαρχίας, πλείστη γένοιτ' ἂν ῥᾳστώνη τοῖς γράφειν αὐτὰ φιλοτιμουμένοις, ὥσπερ οὖν καὶ νόμους, οὓς ἐκ παλαιῶν ἐπὶ τὸ ὁσιώτερον μεταβάλλων ἀνενεοῦτο. καὶ τούτων δ' ἐν ὀλίγῳ ῥᾷον ἐκφῆναι τὸν τρόπον. 4.26.2 Τοὺς ἄπαιδας παλαιοὶ νόμοι στερήσει τῆς τῶν γνωρίμων διαδοχῆς ἐτιμωροῦντο, καὶ ἦν οὗτος κατὰ τῶν ἀτέκνων ἀπηνὴς νόμος, ὡσανεὶ πεπλημμεληκότας αὐτοὺς ζημίᾳ κολάζων. λύσας δὴ συγχωρεῖ κληρονομεῖν τοὺς προσήκοντας. τοῦτο βασιλεὺς ἐπὶ τὸ ὅσιον μεθήρμοζε, τοὺς κατὰ γνώμην 4.26.3 πλημμελοῦντας εἰπὼν τῇ προσηκούσῃ δεῖν σωφρονίζειν κολάσει. ἄπαιδας μὲν