1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

54

εἰπεῖν μαρτυρίᾳ ἄξιος ἐκρίθης πάσης ἐκκλησίας ἐπίσκοπος εἶναι· εἰ γὰρ ποθοῦσιν ἅπαντες εἶναί σε παρ' αὐτοῖς, ταύτην σοι τὴν εὐδαιμονίαν ἀναμφισβητήτως συναύ3.61.2 ξουσιν. ἀλλ' ἡ σὴ σύνεσις, ἣ τάς τε ἐντολὰς τοῦ θεοῦ καὶ τὸν ἀποστολικὸν κανόνα καὶ τὸν τῆς ἐκκλησίας φυλάττειν ἔγνωκεν, ὑπέρευγε πεποίηκε παραιτουμένη τὴν ἐπισκοπίαν τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας, ἐν ταύτῃ δὲ διαμεῖναι σπουδάζουσα, εἰς ἣν ἐκ πρώτης θεοῦ βουλήσει 3.61.3 τὴν ἐπισκοπίαν ὑπεδέξατο. περὶ δὴ τούτου πρὸς τὸν λαὸν ἐπιστολὴν ἐποιησάμην, πρός τε τοὺς ἄλλους σου συλλειτουργούς, οἳ καὶ αὐτοὶ περὶ τούτων ἐτύγχανόν μοι γεγραφότες ἅπερ ἡ σὴ καθαρότης ἀναγνοῦσα ῥᾳδίως ἐπιγνώσεται, τῆς δικαιοσύνης ἀντιφθεγγομένης αὐτοῖς προτροπῇ τοῦ θείου πρὸς αὐτοὺς ἔγραψα, ὧν τῷ συμβουλίῳ καὶ τὴν σὴν σύνεσιν παρεῖναι δεήσει, ὡς ἂν τοῦτο ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας τυπωθείη ὃ καὶ αὐτῷ τῷ θεῷ καὶ τῇ ἐκκλησίᾳ πρεπωδέστατον νομισθείη. Ὁ θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ. 3.62.1 Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Θεοδότῳ, Θεοδώρῳ, Ναρκίσσῳ, Ἀετίῳ, Ἀλφειῷ καὶ τοῖς λοιποῖς ἐπισκόποις τοῖς οὖσιν ἐν Ἀντιοχείᾳ. Ἀνέγνων τὰ γραφέντα παρὰ τῆς ὑμετέρας συνέσεως, Εὐσεβίου τε τοῦ ἅμα ὑμῖν ἱερωμένου τὴν ἔμφρονα πρόθεσιν ἀπεδεξάμην, ἐπιγνούς τε τὰ πεπραγμένα σύμπαντα τοῦτο μὲν τοῖς ὑμετέροις γράμμασιν τοῦτο δὲ τοῖς Ἀκακίου καὶ Στρατηγίου τῶν διασημοτάτων κομήτων, διάσκεψίν τε τὴν δέουσαν ποιησάμενος, πρὸς τὸν Ἀντιοχέων λαὸν ἔγραψα ὅπερ ἀρεστόν τε τῷ θεῷ ἦν καὶ ἁρμόζον τῇ ἐκκλησίᾳ, ἀντίγραφόν τε τῆς ἐπιστολῆς ὑποταχθῆναι τοῖς γράμμασι τούτοις ἐνετειλάμην, ὡς ἂν καὶ αὐτοὶ γινώσκοιτε ὅ τί ποτε τῷ τοῦ δικαίου λόγῳ προκληθεὶς πρὸς τὸν λαὸν γράψαι προειλόμην, ἐπειδὴ τοῦτο τοῖς γράμμασιν ὑμῶν περιείχετο, ὥστε κατά γε τὴν τοῦ λαοῦ καὶ τὴν τῆς ὑμετέρας προαιρέσεως σύνεσίν τε καὶ βούλησιν Εὐσέβιον τὸν ἱερώτατον ἐπίσκοπον τῆς Καισαρέων ἐκκλησίας ἐπὶ τῆς Ἀντιοχέων προκαθέζεσθαι καὶ τὴν ὑπὲρ ταύτης 3.62.2 ἀναδέξασθαι φροντίδα. τά γε μὴν Εὐσεβίου γράμματα, ἃ τὸν θεσμὸν τῆς ἐκκλησίας μάλιστα φυλάττοντα ἐφαίνετο, τὴν ἐναντίαν εἰσηγεῖτο γνώμην, μηδαμῶς αὐτὸν τὴν ὑπὸ τοῦ θεοῦ ἐμπιστευθεῖσαν ἐκκλησίαν ἀπολιπεῖν· ἔδοξεν οὖν τὴν οὕτω δικαίαν πρόθεσιν καὶ πᾶσιν ὑμῖν φυλακτέαν κυρίαν μᾶλλον ποιήσασθαι μηδ' ἀποσπάσαι αὐτὸν τῆς ἰδίας ἐκκλησίας. Ἐχρῆν δ' ὑμῶν τῇ συνέσει καὶ τὴν ἐμὴν γνώμην ἐμφανῆ γενέσθαι. ἀφῖκται γὰρ εἰς ἐμὲ Εὐφρόνιόν τε τὸν πρεσβύτερον πολίτην ὄντα τῆς κατὰ Καππαδοκίαν Καισαρείας καὶ Γεώργιον τὸν Ἀρεθούσιον πρεσβύτερον ὡσαύτως, ὃν ἐπὶ τῆς τάξεως ταύτης Ἀλέξανδρος ἐν Ἀλεξανδρείᾳ 3.62.3 κατεστήσατο, εἶναι τὴν πίστιν δοκιμωτάτους. καλῶς οὖν εἶχεν δηλῶσαι τῇ συνέσει ὑμῶν τούς τε προχειρισαμένους καὶ ἑτέρους, οὓς ἂν ἀξίους ἡγήσησθε πρὸς τὸ τῆς ἐπισκοπῆς ἀξίωμα, ὁρίσαι ταῦτα ἃ τῇ τῶν ἀποστόλων παραδόσει σύμφωνα ἂν εἴη. τῶν γὰρ τοιούτων εὐτρεπισθέντων δυνήσεται ὑμῶν ἡ σύνεσις κατὰ τὸν τῆς ἐκκλησίας κανόνα καὶ τὴν ἀποστολικὴν παράδοσιν οὕτω ῥυθμίσαι τὴν χειροτονίαν, ὡς ἂν ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑφηγῆται λόγος. Ὁ θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. 3.63.1 Τοιαῦτα τοῖς τῶν ἐκκλησιῶν ἄρχουσι διαταττόμενος βασιλεὺς πάντα πράττειν ἐπ' εὐφημίᾳ τοῦ θείου λόγου παρῄνει. ἐπεὶ δὲ τὰς διαστάσεις ἐκποδὼν ποιησάμενος ὑπὸ σύμφωνον ἁρμονίαν τὴν ἐκκλησίαν τοῦ θεοῦ κατεστήσατο, ἔνθεν μεταβὰς ἄλλο τι γένος ἀθέων ἀνδρῶν ᾠήθη δεῖν ὥσπερ δηλητήριον 3.63.2 τοῦ τῶν ἀνθρώπων ἀφανὲς καταστῆσαι βίου. φθόροι δέ τινες ὑπῆρχον οὗτοι, προσχήματι σεμνῷ λυμαινόμενοι τὰς πόλεις· ψευδοπροφήτας αὐτοὺς ἢ λύκους ἅρπαγας σωτήριος ἀπεκάλει ὧδέ που θεσπίζουσα φωνή· "6προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε 3.63.3 αὐτούς."6 καταπεμφθὲν δέ τι κέλευσμα τοῖς κατ' ἔθνος ἡγεμόσι πᾶν τὸ τῶν τοιούτων φῦλον ἤλαυνε, πρὸς δὲ τῷ νόμῳ καὶ ζωοποιὸν διδασκαλίαν εἰς