5
φυγάδων γενομένων, πάντων ἀποπηδησάντων. Ἡ δὲ πονηρὰ ἐκείνη ὑπόληψις ἣν κατεσκεύασαν τῆς ἀναστάσεως εἰπόντες ὅτι ἦλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἔκλεψαν αὐτόν; Πόσους ἐσκανδάλισε; Πόσους ὑπεσκέλισε τέως; Καὶ γὰρ ἐκράτησεν ὁ λόγος τότε καίτοι γε πεπλασμένος ὢν καὶ χρημάτων γενόμενος ὠνητός. Ἀλλ' ὅμως ἐκράτησε παρά τισι, μετὰ τὰ σήμαντρα, μετὰ τὴν περιφάνειαν τῆς ἀληθείας τὴν τοσαύτην. Οὐδὲ γὰρ τὸν περὶ τῆς ἀναστάσεως ᾔδεσαν λόγον τὸ πλῆθος, ὅπου γε οὐδὲ οἱ μαθηταὶ αὐτοῦ ᾔδεσαν, φησίν, τότε, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀλλ' ὅμως ὁ μακρόθυμος Θεὸς ἠνείχετο τῇ οἰκείᾳ σοφίᾳ ἀπορρήτως πάντα οἰκονομῶν. Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταί, δεδοικότες, τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον. Καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπέλαυσαν, ἀλλὰ μετ' ἐκεῖνα μυρία σκάνδαλα μαστιζομένων αὐτῶν ἐγίνετο ἐν τοῖς ἀσθενεστέροις, τῆς ἐκκλησίας ταραττομένης, αὐτῶν ἐλαυνομένων, τῶν ἐχθρῶν κρατούντων πολλαχοῦ καὶ θορυβούντων. Ὅτε γὰρ πολλὴν ἐκ τῶν σημείων ἐκτήσαντο παρρησίαν, τότε πάλιν ἡ Στεφάνου τελευτὴ διωγμὸν χαλεπὸν εἰργάσατο καὶ πάντας διέσπειρε καὶ τὴν ἐκκλησίαν ἐν θορύβῳ κατέστησε καὶ πάλιν ἐν φόβῳ τὰ τῶν μαθητῶν καὶ πάλιν ἐν φυγῇ καὶ πάλιν ἐν ἀγωνίᾳ. Καὶ οὕτω διὰ παντὸς τὰ τῆς ἐκκλησίας ηὔξετο, ὅτε ἤνθει διὰ τῶν σημείων, ὅτε φαιδρὰ ἐκ προοιμίων ἐφαίνετο. Καὶ ὁ μὲν διὰ σπυρίδος ἐχαλᾶτο καὶ οὕτως ἐξέφυγε τοῦ ἄρχοντος τὰς χεῖρας, τοὺς δὲ ἄγγελος ἐξέβαλε καὶ οὕτω τῶν ἁλύσεων ἀπήλλαττε, τοὺς δὲ ἀγοραῖοι καὶ χειροτέχναι ὑποδεχόμενοι παρὰ τῶν ἐν δυναστείαις ἐλαυνομένους παντὶ ἐθεράπευον τρόπῳ. Πορφυροπώλιδες γυναῖκες καὶ σκηνορράφοι καὶ σκυτοδέψαι πρὸς αὐτὰς οἰκοῦντες τὰς ἐσχατιὰς τῶν πόλεων, παρ' αἰγιαλὸν καὶ θάλασσαν, πολλάκις δὲ καὶ οὐδὲ ἐν μέσαις ἐτόλμων φαίνεσθαι ταῖς πόλεσιν. Εἰ δὲ καὶ αὐτοὶ ἐτόλμων, ἀλλ' οἱ ξενοδόχοι οὐκ ἐτόλμων. Καὶ οὕτως ὑφαίνετο τὰ πράγματα, διὰ πειρασμῶν, οὐ δι' ἀνέσεων. Καὶ οἱ πρῴην σκανδαλισθέντες μετὰ ταῦτα διωρθοῦντο καὶ οἱ πλανηθέντες ἐπανήγοντο καὶ τὰ κατεσκαμμένα ᾠκοδόμητο μειζόνως. ∆ιὰ τοῦτο καὶ Παύλου αἰτήσαντος δι' ἀνέσεως μόνης βαδίζειν τὸ κήρυγμα ὁ πάνσοφος καὶ εὐμήχανος οὐκ ἠνέσχετο, ἀλλὰ καὶ πολλάκις παρακαλοῦντος οὐκ ἐπένευσεν, ἀλλ' εἶπεν· ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Εἰ βούλει τοίνυν καὶ νῦν λογίσασθαι μετὰ τῶν λυπηρῶν τὰ χρηστά, πολλὰ ὄψει γεγενημένα, εἰ καὶ μὴ σημεῖα καὶ θαύματα, ἀλλ' ἐοικότα σημείοις πράγματα, δείγματα τῆς πολλῆς τοῦ Θεοῦ προνοίας καὶ ἀντιλήψεως ἄφατα. Ἀλλ', ἵνα μὴ πάντα μετ' εὐκολίας παρ' ἡμῶν ἀκούῃς, τοῦτό σοι καταλιμπάνω τὸ μέρος, ὥστε μετὰ ἀκριβείας πάντα παραθεῖναι τοῖς λυπηροῖς καὶ καλὴν ἀσχολούμενος ἀσχολίαν οὕτω σὲ παραγαγεῖν σαυτὸν τῆς ἀθυμίας· πολλὴν γὰρ καὶ ἐντεῦθεν δέξῃ τὴν παράκλησιν.
Ἰωάννου τοῦ Χρυσοστόμου ἐπιστολὴ πρὸς Κυριακὸν ἐπίσκοπον ὄντα καὶ
αὐτὸν ἐν ἐξορίᾳ
Φέρε δὴ πάλιν ἀπαντλήσω σου τῆς ἀθυμίας τὸ ἕλκος καὶ διασκεδάσω τοὺς λογισμούς, τοὺς τὸ νέφος τοῦτο συνάγοντας. Τί γάρ ἐστιν ὃ λυπεῖ καὶ ἀδημονεῖς; ∆ιότι χαλεπὸς ὁ χειμὼν καὶ πικρὸν τὸ ναυάγιον τὸ τὴν ἐκκλησίαν καταλαβόν; Τοῦτο οἶδα κἀγὼ καὶ οὐδεὶς ἀντερεῖ. Ἀλλ', εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω τῶν γινομένων. Θάλατταν ὁρῶ μαινομένην ἀπ' αὐτῆς τῆς ἀβύσσου κάτωθεν ἀναμοχλευομένην, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντας, πρὸς