5
Τί δήποτε ὁ μὲν εἷς τῶν εὐαγγελιστῶν τὴν γενεαλογίαν ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ποιεῖται, ὁ δὲ ἕτερος τὸ ἐναντίον;
ΑΠΟΚΡΙΣΙΣ Οἶμαι ὅτι οὐκ ἀσκόπως, μᾶλλον δὲ καὶ λίαν μυστικῶς τοῦτο πεποιήκασιν·
ἐπειδὴ γὰρ οἱ μὲν τῶν πιστῶν ἀπὸ τῶν ἐπαγγελιῶν ἐπὶ τὴν πρᾶξιν τῶν ἐντολῶν κατάγονται, οἱ δὲ ἀπὸ 14Α_026 τῆς πράξεως τῶν ἐντολῶν ἀρχόμενοι ἐπὶ τὰς ἐπαγγελίας ἀνάγονται, τούτου χάριν ὁ μὲν κατάγει, ὁ δὲ ἀνάγει τὴν γενεαλογίαν.
ΕΡΩΤΗΣΙΣ 13 Τίνος χάριν ἐν τῇ προθέσει τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Κυρίου τοὺς
ἄρτους καὶ τὰ ποτήρια ἄνισα προτίθειν ἔθος ἐστὶν τῇ Ἔκκλησίᾳ; ΑΠΟΚΡΙΣΙΣ Πάντα ὑπερφυῆ λόγον ἔχουσιν τὰ ἐν τῇ Ἔκκλησίᾳ τελούμενα. Ἐπειδὴ δὲ κατ᾽
ἐξαίρετον τὰ σύμβολα ταῦτα τῆς θείας οὐσίας εἰσὶν μυστήρια καὶ ἀπεικονίσματα, ἔστιν δὲ αὕτη ἀσύνθετος πᾶσα δὲ κτίσις σύνθετός ἐστιν, μόνη δέ, ὡς εἴρηται, ἡ ἁγία Τριὰς ἁπλῆ καὶ ἀσύνθετος διὰ τοῦτο οὖν ἄνισα προτίθησιν ἡ Ἐκκλησία τοὺς ἄρτους καὶ τὰ ποτήρια, τὸ θεῖον ἐν τούτοις χαρακτηρίζουσα.
ΕΡΩΤΗΣΙΣ 14 Ἐπειδή τινες ἀποροῦσιν ὅτι "πῶς λαθεῖν λέγεται πάσας τὰς οὐρανίους
δυνάμεις ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὁπόταν εὑρίσκωμεν ὅτι καὶ αἱ προφητεῖαι αἱ περὶ τοῦ Κυρίου δι᾽ ἀγγέλων γεγόνασιν καὶ τὴν σύλληψιν τῆς παρθένου ὁ Γαβριὴλ εὐαγγελίζεται καὶ τοὺς ποιμένας ἄγγελοι μυσταγωγοῦσιν;" τί οὖν ἐστιν τὸ λαθὸν τοὺς ἀγγέλους;
ΑΠΟΚΡΙΣΙΣ Ὅτι μὲν ᾔδεισαν οἱ ἄγγελοι τὴν μέλλουσαν ἔσεσθαι ἐπὶ σωτηρίᾳ τῶν
ἀνθρώπων τοῦ Κυρίου ἐνανθρώπησιν, οὐ δεῖ ἀμφιβάλλειν. Ἐκεῖνο δὲ ἔλαθεν αὐτούς, ἡ ἀκατάληπτος τοῦ Κυρίου 14Α_028 σύλληψις καὶ ὁ τρόπος πῶς ὅλος ἐν τῷ Πατρὶ καὶ ὅλος ὢν ἐν πᾶσιν καὶ πάντα πληρῶν, ὅλος ἦν ἐν τῇ γαστρὶ τῆς Παρθένου.
ΕΡΩΤΗΣΙΣ 15 Τί δήποτε ἐν τῷ ὄρει Γεβάλ, ἐν ᾧ αἱ κατάραι ἐδόθησαν, προστάσσεται ὁ τοῦ
Ναυὴ Ἰησοῦς θυσιαστήριον οἰκοδομῆσαι καὶ γράψαι τὸν νόμον; ΑΠΟΚΡΙΣΙΣ 'Γαρίζιν' ἑρμηνεύεται 'περιτομή,' 'Γεβὰλ' δὲ 'φύραμα·' ἐν τῷ φυράματι οὖν
τῆς ἐθνικῆς μερίδος τῆς κατηραμένης πήγνυσιν θυσιαστήριον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, τουτέστιν τὴν Ἐκκλησίαν, ἐγγράφων τὸν νόμον οὐκ ἐν πλαξὶν 'λιθίναις ἀλλ᾽ ἐν πλαξὶν' «καρδίαις σαρκίναις». Ἐκ λίθων δὲ τελείων, «ἐφ᾽ οὓς οὐκ ἐπεβλήθη σίδηρος», τὸ θυσιαστήριον οἰκοδομηθῆναι λέγει, δηλῶν τοὺς νοητοὺς λίθους τοὺς ἀποστόλους, ἀπελεκήτους διὰ τὸ ἁπλοῦν τῶν τρόπων καὶ ἀπέριττον γενομένους· ἐξ ὧν ἡ τῶν ἐθνῶν Ἐκκλησία συνέστη.
ΕΡΩΤΗΣΙΣ 16 Τί σημαίνει ὅπερ ἀπειλεῖ ὁ προφήτης τοὺς ποιοῦντας «χαύωνας τῇ στρατιᾷ
τοῦ οὐρανοῦ» παραδίδοσθαι τῷ Ναβουχοδονόσορ ὥστε ἐν τῇ πύλῃ Ἱερουσαλὴμ πῆξαι τὸν θρόνον αὐτοῦ;
ΑΠΟΚΡΙΣΙΣ Χαύωνές εἰσιν ἀρτίδια ἐκ διαφόρων εἰδῶν ὄντα, ἅπερ ποιοῦντες οἱ Ἰουδαῖοι
καὶ αἱ γυναῖκες αὐτῶν ἐτίθουν ἐν ταῖς θυρίσιν τῶν οἴκων, δεχόμεναι τὴν αὐγὴν τῆς σελήνης καὶ τοῦ ἑωσφόρου. Ἐπειδὴ οὖν χαύωνες 'θυρίδες' ἑρμηνεύονται, τοῦτο 14Α_030 ὑποβάλλει νοεῖν ὅτι ὅστις διὰ τῆς ἡδονῆς τὰς αἰσθήσεις πρὸς τὰ