5
12 ΠΑΛΛΑ∆ΙΩ ΦΙΛΟΣΟΦΩ. Οὐκ ἀπεικότως, ὦ ἄριστε, τὴν πικρὰν ταύτην καὶ ἀνιαρὰν δυσχεραίνεις ζωήν· πολλῶν γὰρ καὶ παντοδαπῶν πλήρης ὁ βίος κακῶν, ὀλίγοι δὲ λίαν εἰσιν ἀρετῆς φροντισταὶ καὶ φιλο σοφίας ἐρασταί· τὸ δὲ πλεῖστον τοῦ γένους τὴν ἀκοσμίαν ἠγά πησεν, οὐχ ἥκιστα δὲ ὁ παρὼν καιρὸς φορὰν ἤνεγκε πονηρῶν ἀνθρώπων, πᾶν εἶδος κακίας ἀδεῶς μετιόντων, καὶ οὔτε αἰδώς, οὔτε τῶν νόμων τὸ δέος, οὔθ' ἡ τῶν μελλόντων ἐλπὶς ἱκανὰ κωλῦσαι τῆς κακίας τὴν ῥύμην, καὶ οὐδὲ συσκιάζουσι νῦν ὡς πάλαι τὰ πλημμελούμενα, ἀλλ' ἀναιδείᾳ τὴν ἀδικίαν ὁπλίζουσι καὶ παῤῥησίαν τὴν ἀναισχυντίαν προσαγορεύουσι. Καὶ ὁ μὲν λωποδύτης τὸ φωραθῆναι δειμαίνει, ὁ δὲ πλεονέκτης προφα νῶς λωποδυτεῖ καὶ τοιχωρυχεῖ καὶ τὰ τοῦ πέλας ἀφαιρεῖται καὶ οἰκεῖα καλεὶ τὰ μηδαμόθεν προσήκοντα. ∆ιὰ ταῦτα κἀγὼ ἀνιῶμαι, καὶ θάνατον ἱμείρομαι, καὶ τῆς παρούσης ἀπαλλαγῆ ναι γλίχομαι βιοτῆς· στέργω δὲ ὅμως τὰ τῷ Θεῷ δοκοῦντα, καὶ τῶν σοφῶν αὐτοῦ πηδαλίων ἀγαπῶ τὰ κινήματα, καὶ φέρο μαι ᾗ ἂν φέρῃ. Παρακαλῶ δὲ καί σε γενναίως φέρειν τὰ λυ πηρὰ καὶ μεμνῆσθαι τῶν τοῦ ∆ημοσθένους ῥημάτων· ∆εῖ γάρ, φησί, τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δὲ ἃ ἂν ὁ θεὸς διδῷ γενναίως . Τοιαῦτα δὲ καὶ ὁ Θουκυδίδης πρὸ τούτου συνέγραψε· Φέρειν γάρ, φησί, τά τε δαιμόνια ἀναγκαίως, τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως . Ταῦτα τῆς σῆς, ὦ ἄριστε, γλώττης προφέρειν. Ἡμεῖς δὲ τοῖς τῶν ἁλιέων συγγράμμασιν ἐντραφέντες, ἅπερ ἐκείνων μεμαθήκαμεν, δυνάμεθα φθέγγεσθαι. Λόγοι δέ εἰσιν, εὐτελὲς μὲν τὸ ἔλυτρον ἔχοντες, ἀπ[όρρητον] δὲ καὶ μυστικὸν τῶν νοημάτων τὸν θησαυρόν. Τὴν πρὸς τὸν μεγαλοπρεπέστα τον στρατηγὸν ποιήσας ἐπιστολὴν πέπομφα τῇ σῇ παιδεύσει. 13 ΟΛΥΜΠΙΩ ΓΕΡΜΑΝΙΚΩ. Εἰ μή σου τῷ κάλλει τῆς ψυχῆς ἡ τοῦ δόγματος ἐλυμήνατο πρόληψις, καὶ τὸ ὀπτικὸν τοῦ εὐθέος παρατρέψασα ἑτέρωσε πεποίηκε φέρεσθαι, πασῶν ἀρίστην τῶν ἐν βίῳ ἀναστρεφομέ νων ἔφην ἂν τεθεᾶσθαι. Οὕτως εἷλέ με τῶν σῶν ἠθῶν ἡ γλυ κύτης. Ἀλλ' ἄχθομαι, καὶ λίαν ἄχθομαι τηλικαύτην ἀρετὴν κεφαλῆς δεομένην ὁρῶν, καὶ τοσοῦτον κάλλος οἰκοδομίας ἐπὶ σφαλερᾶς κρηπῖδος θεώμενος κείμενον. Εὔφρανον τοιγαροῦν ἡμᾶς, ὦ θαυμάσιε, καὶ μεγίστην ἡμῖν σχεδίασον ἑορτήν, τὴν τῆς ὑποβάθρας ἐναλλαγὴν ποιησάμενος, καὶ τὴν ἀλήθειαν τοῦ ψεύδους ἀνταλλαξάμενος, καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν τὴν εὐθύτητα κατάρτισον, καθαρότητα προσλαβών. Ἑρμῆν δὲ καὶ Μούσας, οὓς τοῖς γράμμασιν ἐντέθεικας σὺν Εὐνομίῳ, πόῤῥω που τῶν ἱερῶν ἐξόρισον λόγων. Οὐ γὰρ πρέπει γλώσσαις εὐσε βεῖν δεδιδαγμέναις δαιμόνων προφέρειν λαοπλάνων ὀνόματα. Τίς γάρ , φησὶν ὁ ἱερὸς Ἀπόστολος, συμφώνησις Χριστῷ πρὸς Βελίας; ἢ τίς μερὶς πιστῷ μετ' ἀπίστου; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων ; Ταῦτα κηδό μενος γράφω, καὶ τὴν σήν, ὦ φίλη μοι κεφαλή, διψῶν τελειό τητα. 14 ΕΙΡΗΝΑΙΩ ΚΟΜΗΤΙ. Ἐβουκόλησέ με πρώην τὴν παρουσίαν τῆς σῆς μεγαλοπρε πείας μηνύσας ὁ θεοφιλέστατος ἀρχιδιάκονος, καὶ τὴν ψυχὴν ἐπλήρωσεν ἡδονῆς, καὶ ταῖς ἐλπίσιν ἐπτέρωσε, καὶ τὰς ὁδοὺς καραδοκεῖν παρεσκεύασε, καὶ τοῦτο μὲν νύκτωρ ὀνειροπολεῖν, τοῦτο δὲ μεθ' ἡμέραν φαντάζεσθαι. Οὕτω πᾶσαν τὴν ἁγίαν τεσσαρακοστὴν διετέλεσα τῆς σῆς προσδοκῶν ἀπολαύσεσθαι συνουσίας· ἀλλὰ τῶν ἐλπίδων ἐψεύσθην καὶ ὡς