πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ Γαβριήλ· «καὶ αὐτὸς προελεύσεται » ἔμπροσθεν «αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου » δεικνὺς αὐτὸν τοῦτον ὄντα, εἰ καὶ παρ' ἐκεῖνον ἕτερος ἦν ὁ ὁρώμενος. 64 Mt 11, 19 Ἀντὶ τοῦ ἀπεφάνθη πάντα δικαίως γεγενημένα· ἀφ' ὧν γὰρ ὤνησέν τινας, ἐδείκνυτο οὐκ ἀργῶς οὐδὲ εἰκῆ καὶ μάτην πεπληρῶσθαι τὰ γεγενη μένα· τοῦτο γὰρ τὸ δικαιῶσαι τὴν σοφίαν, τὸ τοὺς οἰκείους αὐτῆς καθά περ παῖδας ἀποδέχεσθαι τὴν παρουσίαν αὐτῆς. δικαιοῦται δὲ καὶ ἀπὸ ἔργων σοφία κατὰ σοφίαν ἐπιτελουμένων ἢ ἀπὸ λόγων. 65 Mt 11, 23 Καὶ σύ , φησίν, Καπερναούμ , ἀντίρροπον τῇ τιμῇ καὶ τὴν
κατά κρισιν ὑπομενεῖς. 66 Mt 11, 25-26 Τὴν ἐπὶ τὰ ἔθνη μετάβασιν τοῦ λόγου προορῶν διὰ τὴν τοῦ Ἰσραὴλ ἀπείθειαν ὑπὲρ ἡμῶν τῶν εὐεργετηθησομένων ὑμνεῖ καὶ δοξάζει τὸν πατέρα. εὐχαριστεῖ δὲ πατρὶ μὲν ἑαυτοῦ, κυρίῳ δὲ οὐρανοῦ καὶ γῆς , συσχη ματιζόμενος τοῖς δούλοις ὁ κύριος καὶ τὰς ὑπὲρ δούλων πρὸς δεσπότην ἀναφέρων εὐχαριστίας. λέγει δὲ κατὰ τὴν τοῦ πατρὸς εὐαρέστησιν κε κρύφθαι μὲν ἀπὸ Ἰσραὴλ τοῦ σοφοῦ ἔθνους τὸ κατ' αὐτὸν μυστήριον, τοῖς δὲ πρῶτον ἀσυνέτοις ἔθνεσιν ἀποκαλυφθήσεσθαι. δι' ὧν ἀποδείκνυται μὲν ὡς οὐ διέλαθεν θεὸν τὸ ἐσόμενον οὐδὲ ἀπέτυχεν ἡ Χριστοῦ παρουσία τοῦ προκειμένου σκοποῦ, ἀλλὰ προειδότος θεοῦ ταῦτα ἐγένετο καὶ προ τεταχότος τὴν τῆς χάριτος μεταβολήν. τὸ δὲ δίκαιον τῆς εὐδοκίας ἐνταῦθα παρασιωπᾶται, ἑτέρως δὲ δείκνυται. οὐ γὰρ ἄλογος εὐδοκία θεοῦ, οὐδ' ἑτέρως ἢ δι' ἑαυτοὺς ἀποτυγχάνουσι γνώσεως καὶ σοφίας ἄνθρωποι. 67 Mt 11, 30 Εἰ χρηστὸς ὁ ζυγὸς καὶ τὸ φορτίον ἐλαφρόν , πῶς «στενὴν » ἐκάλεσεν «τὴν ὁδόν »; στενή ἐστι τοῖς ῥᾳθύμοις, τοῖς γὰρ σπουδαίοις ἐλαφρὰ τὰ τοῦ κυρίου ἐπιτάγματα· εἰ γὰρ καὶ πρὸς ὀλίγον ἔχει σωματικὸν πόνον, ἀλλ' ὁ νῦν ἐλπίσιν ἀγαθαῖς τρεφόμενος ὁ θεοσεβὴς κούφως φέρει ταῦτα.
68 Mt 12,7 Πικροὺς ἐξετάσας ἀποδείκνυσιν αὐτοὺς καὶ οὐ φιλανθρώπους
κατὰ τῶν οὐδὲν ἀδικούντων. διὸ καὶ μέμνηται τῆς προφητικῆς λέξεως, ἣ τὸ ἐλεεῖν καὶ τοῦ θύειν προτιμᾷ. 69 Mt 12,13 Καὶ σὺ ἄνθρωπε, ἐὰν ἔχῃς χεῖρα ξηράν, ἀκούσας παρὰ τοῦ σωτῆρος· ἔκτεινον τὴν χεῖρά σου ἐπὶ ἔργοις ἀγαθοῖς ἐνεργοῦντος τοῦ
Ἰησοῦ, καὶ ἀποκατασταθήσεται ὑγιὴς ὡς ἡ ἄλλη. 71 Mt 12,19-21 Οἱ ἐν ταῖς πλατείαις διδάσκοντες οὐκ ὠφελείας ἕνεκα τοῦτο ποιοῦσιν, ἀλλ' ὑπερηφανίας ἅμα καὶ ἀλαζονείας. διὸ πρὸς τῷ διαβάλλε σθαι ὑπὸ πάντων καὶ τοῦ σκοποῦ τῆς διδασκαλίας ἀποτυγχάνουσιν. ταῦτα οὖν ὁ σωτὴρ οὐ λόγῳ μόνον, ἀλλὰ καὶ τρόπῳ διδάσκει ἡμᾶς μήτε κραυ γάζειν μήτε φανητιᾶν καὶ δημοσιεύειν τὰ κατορθώματα· τοσοῦτον γὰρ βλαβερὸν τὸ οὕτως ἡμᾶς διακεῖσθαι, ὅσον τὸ ἐναντίον χρησιμώτατόν τε καὶ ὠφελιμώτατον. 72 Mt 12,28 Πάλιν τὸ ἐν πνεύματι <ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια> δυνατὸν ὡς ἄνθρωπον ἀτρέπτως δυνάμενον ἔχειν κατὰ τὴν οἰκονομίαν. εἰ δὲ πνεύ ματος ἐνέργεια βασιλεία ἐστὶ θεοῦ, μηδαμῶς ἐπείσακτον τῇ θεότητι τὸ πνεῦμα νομίζωμεν ἀπὸ τῆς δουλικῆς κτίσεως ἐπεισαγόμενον εἰς τὴν τῆς θείας βασιλείας
κατασκευήν. 73 Mt 12,31-32 Τὴν εἰς θεὸν βλασφημίαν ἀσύγγνωστον εἶναί φησιν τῷ τοῦ πνεύ ματος ὀνόματι, ἀσυγχώρητον δὲ εἶναι λέγει λοιδορίαν θεοῦ συγγνώμην οὐκ ἔχουσαν· τὴν γὰρ εἰς ἑαυτὸν ἔχειν πρὸς σύγκρισιν ἐκείνης, καθὸ νενόμισται καὶ ἑωρᾶτο ἄνθρωπος ὢν καὶ δι' εὐτελείας ἐλθὼν καὶ γένους εὐκαταφρονήτου. τὸ δὲ μήτε ἐπὶ τοῦ παρόντος αἰῶνος μήτε ἐπὶ τοῦ μέλ λοντος ἀφεθήσεσθαι τὴν κατὰ νόμον ἑρμηνεύει κρίσιν καὶ τὴν μέλλουσαν· ὅτε γὰρ νόμος τὸν καταρώμενον θεὸν θανατοῦσθαι κελεύει καὶ ὁ κύριος ἐπιψηφίζεται τῷ νόμῳ συγγνώμην ἐπὶ τῷ
6