1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

6

θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ' αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ', ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεούς. προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα, καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως, τὴν θερμὴν καὶ τὴν ψυχρὰν καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσίαν θεοὺς ἀνύμνησαν. ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῇ χέρσῳ κοχλιῶν· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων, πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ Θεοῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους καὶ ἀνθρώπων μορφάς, τῶν μὲν ἔτι ζώντων, τῶν δὲ καὶ μετὰ θάνατον εἰς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους, καὶ ξύλα καὶ ἑρπετά, ἔνυδρά τε καὶ χερσαῖα, καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ Θεοῦ προσηγορίαν μετήνεγκαν, πᾶσαν τιμὴν αὐτοῖς Θεοῦ ἀπονέμοντες, καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα Θεὸν τὸν τοῦ Χριστοῦ Πατέρα ἀποστρεφόμενοι. Εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον. τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοίᾳ καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδ' ὅλως μηδαμῶς ὑπάρχοντα, μηδὲ ἐν τοῖς γενο μένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι. λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ' Αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιο κέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ Λίβυσι κριοκέφαλος Ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων, κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ' ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθεία σαν, ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν. ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ' αὐτοῖς Ἔρως, καὶ ἡ ἐν Πάφῳ Ἀφροδίτη. οἱ δὲ αὐτῶν, ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ' αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεοὺς ἀναθεῖναι, ἢ διὰ τιμὴν τῶν ἀρξάντων ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν Κρήτῃ παρ' αὐτοῖς περιβόητος Ζεύς, καὶ ἐν Ἀρκαδίᾳ Ἑρμῆς καὶ παρὰ μὲν Ἰνδοῖς ∆ιόνυσος, παραδὲ Αἰγυπτίοις Ἶσις, καὶ Ὄσιρις, καὶ Ὧρος, καὶ ὁ νῦν Ἀδριανοῦ τουῬωμαίων βασιλέως παιδικὸς Ἀντίνοος, ὃν καίπερ εἰδότες ἄνθρωπον, καὶ ἄνθρωπον οὐ σεμνόν, ἀλλ' ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ Ἀδριανὸς τῇ χώρᾳ τῶν Αἰγυπτίων, τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην Ἀντίνοον ἐκέλευσε θρησκεύεσθαι, αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδός, ἔλεγχον δὲ ὅμως καθ' ἑαυτοῦ, καὶ γνώρισμα κατὰ πάσης εἰδωλο λατρείας παρέχων, ὅτι οὐκ ἄλλως ἐφευρέθη παρὰ τοῖς ἀνθρώποις αὕτη ἢ δι' ἐπιθυμίαν τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ Θεοῦ προμαρτύρεται λέγουσα· Ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων. Καὶ μήτοι θαυμάσῃς μηδὲ μακρὰν πίστεως νομίσῃς εἶναι τὸ λεγόμενον, ὅπου γε καὶ οὐ πολλῷ πρότερον, ἢ τάχα καὶ μέχρι νῦν ἡ Ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι, δογ ματίζουσιν ἐν θεοῖς εἶναι, καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν. οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι, καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι' ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν, ὥσπερ ἐπ' ἐξουσίας ἔχον τες τὸ θεοποιεῖν, αὐτοὶ ἄνθρωποι τυγχάνοντες, καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι. ἔδει δὲ θεοποιοῦντας αὐτοὺς μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ, καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει, καὶ ὁ διδοὺς πάντως ὃ ἔχει χαρίζε ται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται, τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστίν. εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι