1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

6

τὸν Πατέρα καὶ τὸν Υἱόν. Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει, ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει. Ἄμφω γὰρ δι' ἀμφοῖν καὶ ἑκάτερος ἐν ἑκατέρῳ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐπιγινώσκονται. Οὐ γὰρ ἄν τις ἀναμάθοι τί ἐστι Πατὴρ εἰ μὴ Υἱὸν ὑφεστῶτά τε καὶ γεγεννημένον εἰσδέξαιτο κατὰ νοῦν. Ἀλλ' οὐδ' ἂν ὅ τί ποτέ ἐστιν ὁ Υἱὸς ἀναμάθοι πάλιν, εἰ μὴ ὅτι τέτοκεν ὁ Πατὴρ διενθυμοῖτο σαφῶς. Οὐκοῦν, ἀναγκαῖον οἶμαί που καὶ ἀτρεκὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἀνύπαρκτος ὁ Υἱός, οὐδ' ἂν τὸν Πατέρα κατὰ τὸ ἀληθὲς νοήσαιμεν ἄν. Ποῦ γὰρ ἔτι Πατήρ, εἰ μὴ τέτοκεν ἀληθῶς; Ἢ εἴπερ γεγέννηκε τὸ μὴ ὑφεστὼς μήτε ὑπάρχον ὅλως, τὸ γεννηθὲν ἔσται τὸ μηδέν. Τὸ γάρ τοι μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενί, μᾶλλον δὲ παντελῶς οὐδέν. Εἶτα τοῦ μηδενὸς ἔσται Πατὴρ ὁ Θεός. Ἀλλ' ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε πρός γε τοὺς τῶν τοιούτων ἐξηγητάς, ὕθλος εἰκαῖος τὰ παρ' ὑμῶν, ἢ γοῦν ἐρομένῳ φράζετε· πῶς ἐξαίρετος ἡ εἰς ἡμᾶς ἀγάπησις τοῦ Θεοῦ καὶ Πατρός; Καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱόν, τὸν καθ' ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν, καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη σταυρόν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν. Εἰ γάρ ἐστι τὸ μηδέν, καὶ ἀνύπαρκτος καθ' ὑμᾶς, πῶς ἔν γε τουτοισὶ γένοιτ' ἄν; Πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας, καὶ ἡ τῆς πίστεως ἑδραιότης οἴχεται πρὸς τὸ μηδέν. {Β} Μὴ γένοιτο. {Α} Τί δέ; Οὐκ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν ὁ θεῖος ἡμῖν κατεσήμηνε λόγος, εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρά φησι τοῦ Γεγεννηκότος; 687 {Β} Καὶ μάλα. {Α} Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα; {Β} Πῶς γὰρ οὔ; {Α} Οὐκοῦν, εἰ μὴ ἐνυπόστατος ἡ εἰκών, μήτε μὴν ἐν ὑπάρξει νοοῖτο τῇ καθ' ἑαυτὸν ὁ χαρακτήρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπέρ ἐστι χαρακτήρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖταί που πάντως ἐπὶ τὸ ἀρχέτυπον. Ἦ γάρ; {Β} Καὶ μάλα. {Α} Εἶτα, εἰπέ μοι, Φίλιππος χριστομαθὴς ὢν ἄγαν, τὸν ὄντα τε καὶ ὑφεστηκότα Πατέρα κατιδεῖν ἠξίου, λέγων· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν, ἢ γοῦν τὸν οὐκ ὄντα καὶ ἀνυπόστατον; {Β} Τὸν ὄντα δηλονότι. {Α} Εἴπερ οὖν ἐστι τὸ μηδὲν ὁ Υἱός, ἅτε δὴ μὴ ὑφεστηκώς, κατά γε τὸ ἐκείνων ἀχάλινον θράσος, εἰς εἰκόνα καὶ γνῶσιν ἀκριβῆ τοῦ Πατρὸς ἑαυτὸν ἡμῖν ἀνθότου παρεκόμιζε, λέγων· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἀλλ' οὐκ ἂν οἶμαί που τὸν ὑφεστηκότα καταθρήσειέ τις ἔν γε τῷ μὴ ὑφεστηκότι, οὐδ' ἂν ἐννοοῖτό ποτε καὶ ταὐτὸν εἰσάπαν τῷ μὴ ὑπάρχοντι τὸ ὑπάρχον. Ἔσται δὲ ὅπως ἐν Υἱῷ μὲν ὁ Πατήρ, ὁ δὲ Υἱὸς αὖ ἐν τῷ Πατρί; Ἢ οὐκ ἔτυμον εἰπεῖν ὡς εἰ μὴ ἔστιν ὁ Λόγος ἐν ὑπάρξει τῇ καθ' ἑαυτόν, κινδυνεύσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἔχων μὲν ἐν ἑαυτῷ τὸ μηδέν, νοούμενος δὲ ὑπάρχειν ἐν τῷ μηδενί; Τὸ γὰρ οὐκ ὂν ὅλως οὐδὲν ἂν νοοῖτο λοιπόν. {Β} Οὐκ ἄτραχυς μὲν ὁ λόγος. Πλείστην γὰρ ὅσην ἐν ἑαυτῷ τὴν ἀτοπίαν νοσεῖ, περιίστησι δ' οὖν ὅμως εἰς τὸ ἀπηχὲς τῶν δι' ἐναντίας τὸ δόγμα. {Α} Κατατεθήποι δ' ἄν τις εἰκότως τίνα δὴ τρόπον ἐν τῷ Υἱῷ τῷ μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ Πατήρ. Εἰ δὲ δή τις ἔροιτο πότερα τοῖς οὖσι τὸ εἶναι καλόν, ἢ γοῦν τὸ μὴ εἶναι τυχόν, ἀποκρίνῃ τίνα τρόπον; {Β} Φαίην ἂν ὅτι τὸ εἶναι. Τοῖς γὰρ οὐκ οὖσί ποτε τὸ εἶναι διδούς, ἀγαθὸς ὅτι μάλιστα κεχρημάτικέ τε καὶ ἔστιν ὁ ∆ημιουργός. {Α} Ἄριστα ἔφης. Ἔχοι γὰρ ἂν ὧδε τὸ χρῆμα τῇ φύσει. Οὐκοῦν, ἐν ἀμείνοσιν ἡ κτίσις ἥπερ ὁ δι' οὗ τὰ πάντα καλεῖται πρὸς γένεσιν, εἰ ὁ μὲν οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῷ εἶναι νοεῖται. {Β} Ἄπαγε τῆς δυσφημίας. Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καθὰ γέγραπται. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγώ εἰμι ἡ ζωή. {Α} Ἀλλ'