6
ἐκδέχεται. ἡ σπουδὴ ἡ περὶ τὰ "μάταιά" ἐστιν τὸ ουτω ζῆν καὶ ουτω πολιτεύεσθαι ὡς ἐν τοῖς ὁρωμένοις ἀναστρεφόμενον καὶ ἐν τῷ ὁρᾶν τὸν ηλιον· ὡς πρὸς τὸ "καθαρᾷ καρδίᾳ τὸν θεὸν ὁρᾶν", "μάταιά" εἰσιν. καὶ ινα ἀπὸ τῶν γραφῶν ειυ̣πω· νενομοθέτηται "περιτομή"· καὶ οὐ πάντες ισασιν τὴν εννοιαν τῆς ῥητῆς "περιτομῆς"· αλλοι γὰρ αλλως αὐτὴν ἐκλαμβάνουσιν καὶ αἰτίᾳ διαφόρῳ· πλὴν ἡ ταύτης θεωρία καὶ κατάλημψις ὡς πρὸς τὴν "ἐν καρ δίᾳ περιτομὴν" "ματαιότης" ἐστίν. ἡ γὰρ "ἐν καρδίᾳ περιτομή" αυτη ἡ "καθαρότης", ἐκείνη ουυ̣. διὰ τί γίνεται; ἡ δὲ αἰσθητή, οιως ἐὰν γέ̣νηται, διὰ τὴν πρωτότυπον γίνεται, καὶ ἡ μὲν διδασκαλίας ενεκα, ἐκείνη δὲ ενεκα τοῦ ἰδεῖν αὐτὴν καὶ κατ' αὐτὴν πεποιῶσθαι.
1,3ab τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ, ῳ μοχθεῖ ὑπὸ τὸν ηλιον; ...
ελεγον οτι ἐπιστήσας τῇ αἰςθητῇ διακοσμήσει λέγει καὶ τοῖς σπουδαζομένοις καὶ ἐπιτηδευ̣ομένοις τοῖς "ἀνθρώποις"· νῦν ουν περὶ τῶν σπουδαζομένων τοῖς "ἀνθρώποις" λέγει ἐπιτηδευμάτων. καὶ λέγει οτι τί πλέον εχει ὁ "μοχθῶν ὑπὸ τὸν ηλιον"; μ̣ὴ γὰρ ὁ σπεύδων συναγαγεῖν πλοῦτον ἐκ τοῦ συναγαγεῖν πλοῦτον πλέον τι εχει· ῃ "ανθρωπός" ἐστιν, μένει θνητός, δεχόμενος νόσους, ὑποκείμενος πάθεσιν. καὶ φανερά ἐστιν ταῦτα καὶ ἐξ αὐτῆς τῆς αἰσθήσεως οτι οὐδὲν πλέον ευ̣χουσιν οἱ πλουτοῦντες τῶν ἐπαιν̣ο̣υ̣μέ̣ν̣ω̣ν κατὰ τὰ φυσικά. μὴ γὰρ "πολ̣υχρονιώτε̣ρ̣οι" γίνον ται. οἱ πλούσιοι κα̣ὶ̣ ο̣ἱ̣ πένητες ἐν ταὐτοῖς εἰσιν, τα χέως παρερχόμενοι τὸν βίον καὶ ἐπιμένοντες οὐ πολὺν χρό νον. "ἐν παντὶ" ουν "ῳ μοχθεῖ ὁ ανθρωπος ὑπὸ τὸν ηλιον" οὐδὲν πλέον εχει, οὐ γίνεται αὐτῷ προσθήκη φύσεως. ὁ δὲ "μοχθῶν" καὶ σπουδάζων περὶ ἐκεῖνα τὰ ἀνάγοντα εἰς τὰ "αἰώνια", εἰς τὰ "μὴ βλεπόμενα", πλέον τι εχει· ἐξ "ἀνθρώπου" γίνεται θεὸς καὶ ἐξ ὀλιγώρου καρτερὸς καὶ ἐκ δειλοῦ ἀνδρεῖος. ἐπερ· τί ευ̣χει πλέον ὁ "μοχθῶν"; "ὑπὸ τὸν ηλιόν" ἐστιν ὁ ταύτην ευ̣χων τὴν ζωήν. οἱ γὰρ "ἐν οὐρανοῖς ευ̣χοντες τὸ πολίτευμα" ὑπὲρ "τὸν ηλιον" τὸν αἰσθητὸν γεγένηνται· ··... ἀποστραφέντες τὰ "πρόσκαι ρα" καὶ ἐν τοῖς "αἰωνίοις" γεγενημένοι τοῖς μὴ φαινομένοις ὑπὲρ "τὸν ηλιόν" εἰσιν. οὐ λέγω ὑπὲρ "τὸν ηλιον" τοῦτον, οτι μείζονές εἰσιν, ἀλλὰ "αυ̣νω" τὴν ζ̣ω̣ὴν εχουσιν. ὁ ἀὴρ "ὑπὸ τὸν ηλιόν" ἐστιν καὶ ἡ γῆ. οἱ κατὰ τὴν γῆν τοίνυν καὶ̣ τὸν ἀέρα ζῶντες καὶ βιοῦντες "ὑπὸ τὸν ηλιόν" εἰσιν. οὐ γὰρ μαίνομαι, ως τινες λέγουσιν, οτι ὁ "ανθρωπος" "μείζων" ἐστιν τοῦ "ἡλίου". τοῦτο λέγουσιν, οτι δοῦλος, φη σ̣ίν, ἐστιν "τοῦ ἀνθρώπου". οὐ πάντως δὲ "δουλεύων" "ἐλάττων" ἐ̣στὶν ἐκείνου, ῳ "δουλεύει". Παῦλος δὲ γράφει οτι "ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστόν"· μὴ γάρ, εἰ δοῦλοί εἰσιν τῶν παιδευομένων οἱ παιδευταί, "ἐλάτ 12 τους" αὐτῶν εἰσιν. ἀγαθῇ προαιρέσει τοῦτο πράττουσιν· "τῇ ἀγάπῃ δουλεύουσιν ἀλλήλοις" οἱ αγιοι.
1,4ab γενεὰ πορεύεται καὶ γενεὰ ερχεται, καὶ ἡ γῆ εἰς τὸν αἰῶνα εστηκεν.
τοῦτο λέγει· οὐδεὶς τῶν "μοχθούντων ὑπὸ τὸν ηλιον" περισσόν τι εχει, ωστε παραμεῖναι μέχρι τῆς "συντελείας" τοῦ "κόσμου". ἐκ διαδοχῆς ὑφίστανται οἱ ανθρωποι· τῶν δὲ θεοῦ δημιουργημάτων ταῦτα δὲ συνεχῆ εἰσιν καὶ ἀδιάστατα, τὰ δὲ διεστηκότα καὶ ἐκ διαδοχῆς εχοντα τὴν υπαρξιν· οιον ὁ ηλιος, ἀφ' ου γέγονεν καὶ ἐς οσον θέλει αὐτὸν ὁ θεός, ὁ αὐτός ἐστιν. ἐὰν δὲ λέγω πάλιν τὸν ανθρωπον ἀεὶ μένειν, οὐχ ενα καὶ τὸν αὐτὸν λέγω, ἀλλ' ολην τὴν διαδοχήν. ουτω καὶ περὶ τῶν αλλων θνητῶν ζῴων καὶ φυτῶν· ἡ πρώτη "γενεὰ πορεύεται" εἰς θάνατον, αλλη "ερχεται" γεννωμένη. ἀλλ' "ἡ γῆ εἰς τὸν αἰῶνα εστηκεν". "εἰς τὸν αἰῶνα" δὲ τοῦτον