1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

6

ὀνείρῳ τῆς εὐφροσύνης ἀπέλαυσα. Οὐκ ἂν οὖν αὐτῷ μεμψαίμην· κἀν τούτῳ γάρ μοι μεγάλα κεχάρισται. Ἐμοὶ γὰρ μεγίστην φέρεις παρα ψυχὴν καὶ ὄναρ φαινόμενος, ἤ πού γε δὴ μεθ' ἡμέραν φαντα ζόμενος. Μαθεῖν δὲ ὅλως βούλομαι παρὰ τίνος ἠπάτημαι, οὐχ ἵνα δίκας εἰσπράξωμαι τὸν ἀπατήσαντα, ἀλλ' ἵνα χάριν ὁμο λογήσω· οὐ μικρὰ γὰρ ἐκ τῆς ἀπάτης κεκέρδηκα. Εἰ δέ σοι δοκεῖ καὶ τὴν ἀλήθειαν τοῖς εὐαγγελίοις ἐκείνοις χαρίσασθαι, καὶ μή τι τῶν ἀναγκαιοτέρων κωλύει, χάρισαι μὲν σαυτῷ τῶν ἁγίων τὴν εὐλογίαν, ἐμοὶ δὲ τὴν σὴν συνουσίαν, ἣν ἐρασμιωτά την πάντων ὑπολαμβάνω. 15 ΠΡΟΚΛΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ἡμεῖς μὲν σμικρὰς καὶ λίαν ἐρήμους πολίχνας οἰκοῦντες καὶ αὐτὴν πολλάκις τὴν ζωὴν δυσχεραίνομεν, ὑπὸ τῶν προ σιόντων καί τινος ἐπικουρίας δεομένων ἀποκναιόμενοι· ἡ δὲ ὑμετέρα ἁγιότης πόλιν οἰκοῦσα, μᾶλλον δὲ πέλαγος ἀ[νθρώπω]ν ἔχουσαν [οἰκου]μένην, καὶ ποταμῶν δίκην τοὺς ἁπανταχόθεν προσρέοντας εἰσδεχομένην, οὐ μόνον ἐκείνων προμήθειαν ποιεῖται, ἀλλὰ καὶ τῶν κατὰ πᾶσαν τὴν καθ' ἡμᾶς οἰκουμένην· κἄν τις γραμμάτων πρός τινα δεηθῇ, οὐδὲ ἁπλῶς οὕτως, ὡς ἐν ὄχλῳ πραγμάτων ὄντες, ἐπιστέλλειν ἀνέχεσθε, οὐ γνησίως μέν, οὐ γλαφυρῶς δὲ οὐδὲ ἀκρίβως, ἀλλὰ πάντα ὁμοῦ συντρέ χει τοῖς γράμμασι, καὶ κάλλος ὀνομάτων καὶ πλῆθος νοημάτων καὶ τάξεως ἁρμονία καὶ τιμὴ τρέφουσα τοὺς δεχομένους τὰ γράμματα, καὶ τῶν ἀγαθῶν ἁπάντων τὸ κάλλιστον, ἡ ἐπανθοῦσα τοῖς λόγοις τοῦ φρονήματος μετριότης. Τοιαύτας δεχόμενοι τῆς ὑμετέρας ἁγιωσύνης ἐπιστολάς, λίαν θαυμάζομεν τὴν ἀποστολικὴν ὑμῶν διάνοιαν, καὶ ὁρῶμεν ὑμῖν ἁρμοττοῦσαν τὴν θεσπεσίαν ἐκείνην φωνήν· Ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν . Οὗ δὴ χάριν τὸν τῶν ὅλων Θεὸν ἱκετεύομεν ἐπὶ πλεῖστον ὑμῶν τὴν ἁγιωσύνην ταῦτα κινεῖν τὰ πηδάλια, ἵν' ἐξ οὐρίων τὸ σκάφος τῆς Ἐκκλησίας ὁδεύῃ. Τὸν μὲν λαμπρότατον καὶ πιστότατον τριβοῦνον Ναυ κρατιανὸν ἀγαπῶμεν καὶ διὰ τὴν τῶν ἠθῶν αὐτοῦ καλοκἀγαθίαν καὶ τὴν πολλὴν ἡμερότητα. ∆εξάμενος δὲ τῆς σῆς ἁγιωσύνης τὰ γράμματα διπλῶς τὸν ἄνδρα καὶ φιλῶ καὶ ἀγαπῶ καὶ γεραίρω. 16 ΝΟΜΩ ΥΠΑΤΩ. 17 ∆ΙΟΝΥΣΙΩ ΚΟΜΗΤΙ ΑΝΑΤΟΛΗΣ. Ἄρχειν ἑτέρων πολλοὶ μὲν ἐθέλουσιν, ὀλίγοι δὲ ἴσασιν. Καὶ δεῖται μὲν γὰρ ἡ τῶν ἀνθρώπων ἐπιμέλεια ὑπὲρ πᾶσαν τέχνην καὶ ἐπιστήμην φρονήσεως, ἵνα ταύτῃ κοσμούμενος ὁ τούτων ἐπιμελόμενος τὸ πρακτέον εὑρίσκῃ· δεῖται δὲ καὶ σωφροσύνης καὶ δικαιοσύνης, ἵνα τὸ ὑπ' ἐκείνης εὑρεθὲν, ὑπὸ τούτων κυρωθέν, ἔργον γένηται καὶ μὴ ταῖς ἐναντίαις διαφθαρῇ δια θέσεσιν. Οὗ δὴ χάριν καὶ τῆς ἀνδρείας καὶ τῆς φρονήσεως δεῖται ὁ τοιοῦτος· αὕτη γὰρ τὴν ἀντίπαλον διασκεδάννυσι φάλαγγα. Τούτοις ἡ σὴ κοσμουμένη μεγαλοπρέπεια τῆς ἀρχῆς τὴν ἐπιστήμην κατώρθωσε, [καί] εἴπερ προσῆν τὸ τούτων κεφάλαιον ἡ εὐσέβεια, -σιγῆσαι γὰρ οὐκ ἀνέχομαι, συνήθης γεγενημένος, ἀλλὰ τὰ μέγιστα εἰσηγήσομαι, -οὐκ ἂν ἴσχυσεν ὁ μῶμος τὴν γοῦν τυχοῦσαν λοιδορίαν ὑφῆναι. Ἀλλὰ περὶ μὲν τούτου μακροτέρας μοι δεῖ διαλέξεως. Νῦν δέ σου παρα καλῶ τὸ μέγεθος εἰς καιρὸν χρήσασθαι τῇ τε περὶ τοὺς ἀρχο μένους καλοκἀγαθίᾳ καὶ τῇ περὶ τὰ κοινὰ κηδεμονίᾳ, καὶ στῆσαι τὴν Κῦρον, πολλῶν λαμπρῶν καὶ περιφανῶν πόλεων τοῖς δημοσίοις οὖσαν χρησιμωτέραν. Πολλαπλάσια γὰρ ἐκείνων εἰσ φέρει, καὶ οὐκ ἔστι δικαία πάρεργον γενέσθαι συκοφαντίας, ἣ διὰ τὴν χάριν αὐτίκα δὴ μάλα δειχθήσεται. Κατέλαβε γὰρ τὴν βασι λίδα ὁ θαυμάσιος ἡμῶν υἱὸς Φίλιππος καὶ διδάξει τὴν ὑψηλο τάτην ἀρχὴν τῆς πόλεως τὰ παθήματα καὶ λήψεται πάντως