1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

ἀσκοῦντες τὴν ἀρετὴν καὶ κατὰ τὸ φαινόμενον δοκοῦντες εἶναι καλοὶ διὰ σωφροσύνης καὶ ἐπιεικείας, ὅπερ ἐστὶν ἔνδυμα προβάτου, ἀλλ' ἀπὸ τῶν καρπῶν αὐτῶν, τοῦτ' ἔστιν ἐκ τοῦ φρονήματος καὶ τῶν περὶ τὴν πίστιν δογμάτων φανερούμενοι. 51 Mt 7, 15-20 Οὗτοί εἰσιν οἱ προσποιούμενοι μὲν ἀρετήν, βιοῦντες δὲ ἀσέμνως, ἤτοι οἱ κατὰ τὸ φαινόμενον ἀσκοῦντες ἀρετήν, μὴ ὀρθῶς δὲ φρονοῦντες, οἷοί εἰσιν οἱ αἱρετικοί, οἱ διὰ λόγων πλαστῶν καὶ ἀμφιάσεων ἀπατῶντές τινας, καὶ ὅταν πείσωσιν τότε ὑποβάλλουσιν ποιεῖν καὶ ἃ μὴ θέμις, οἳ καὶ γνωσθήσονται μετ' οὐ πολύ, ἐπειδὴ οὐχ οἷος ὁ λόγος, τοιοῦτος καὶ ὁ βίος· ἀπὸ γὰρ τῶν καρπῶν τὸ δένδρον, οὐκ ἀπὸ τῶν ἀνθῶν γνωρίζεται, καὶ ἡ γνῶσις τοῦ διδασκάλου ἐκ τοῦ καρποῦ καὶ τῆς πολιτείας, οὐκ ἐκ τοῦ ἄνθους καὶ τοῦ λόγου. 52 Mt 7, 16-20 Ὡς ἀδύνατον τὸ τῆς παραβολῆς, οὕτω τὸ τοὺς φαύλους νοῆσαι ἔργον τι χρηστὸν τῆς καρδίας τρόπον τινὰ καταναγκαζούσης ἕκαστον ἐφ' ἃ βούλεται· ἀδύνατον γὰρ ἀπὸ μοχθηρᾶς διαθέσεως εὐσεβές τι ἢ ὠφέλιμον λεχθῆναι. διὸ οἱ φαῦλοι οὐκ ἀτιμώρητοι· προαιρέσει γάρ, οὐ φύσει εἰσὶν καλοὶ ἢ κακοί. ὁ δὲ λόγος μάλιστα ἐπὶ τῶν δογμάτων ἁρμόζει· καὶ γὰρ ὁ ἀσεβῆ λαλῶν τιμωρεῖται, ὁμοίως δὲ καὶ ὁ καλὰ μὲν λαλῶν, φαῦλα δὲ πράσσων καὶ ὁ ὑποκρινόμενος εὐλάβειαν καὶ οὐκ ἀληθῶς αὐτὴν ποιῶν. 53 Mt 7, 28 Εἰκότως ἐξεπλήσσοντο· ἀρρήτῳ γὰρ δυνάμει τοὺς ἀκούοντας ἔπειθεν καὶ οὐ φράσεως ὄγκῳ ἐξεπλήσσοντο· οὐδὲ γὰρ ἦν ἐν αὐτοῖς περισκελὲς ἢ αἰνιγματῶδες ἢ σκοτεινόν.

54 Mt 8, 21 Εἰδὼς δὲ ὁ Ἰησοῦς τὴν ἐπιτηδειότητα τῆς τοῦ ἑτέρου ψυχῆς ὡς

θεὸς ἐπὶ τὰ καλὰ καὶ ἄκοντα ἀκολουθεῖν ἐκέλευσεν. αἴσιον δὲ οὗτος πρᾶγμα αἰτεῖ ἐπιτραπῆναι αὐτῷ τὸν ἑαυτοῦ θάψαι πατέρα. ὁ δὲ οὐκ ἐπέτρεψεν ἐπείπερ ἦσαν καὶ ἄλλοιοἶμαι ἦν ὁ τετελευτηκώς. 55 Mt 8, 34 Ὡς ἀναξίους ἑαυτοὺς κρίναντες τῆς τοῦ κυρίου ἐπιδημίας εἶπον τοῦτο οἱ Γεργεσηνοὶ τῷ Χριστῷ ὡς καὶ ὁ Πέτρος ἐπὶ τῇ τῶν ἰχθύων ἄγρᾳ.

57 Mt 9, 16-17 Ἡ νέα διδασκαλία οὐ δύναται δοθῆναι τοῖς δουλεύουσι τῷ

γράμματι τῆς παλαιᾶς διαθήκης, ἀλλὰ τοῖς διὰ προκοπῆς ἀποθεμένοις τὸν παλαιὸν ἄνθρωπον καὶ γενομένοις νέοις ἀσκοῖς. 58 Mt 9, 34 Ἄκρας ἀσεβείας δεῖγμα τὸ τὰς θείας δυνάμεις λέγειν δαιμόνων εἶναι· οὐδεὶς γάρ ποτε δαιμόνων δαίμονα ἐκβάλλει οὐδὲ τὰ ἑαυτοῦ καταλύει. οὐ μόνους δὲ δαίμονας ἐξέβαλεν, ἀλλὰ καὶ μυρία πάθη ἐθεράπευσεν. ὁ δαίμων πρὸς τὰ εἴδωλα σύρει, ὁ Χριστὸς τῷ πατρὶ προσῆγεν. ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ, ὁ δὲ Χριστὸς τοὺς ὑβρίζοντας φέρων ἀνεξικάκως περιῄει θεραπεύων πάντας. 59 Mt 9, 35 Εὐαγγέλιον τῆς βασιλείας κηρύσσειν φησὶν τοῦτο δή, τὸ πᾶσιν εὐαγγελίζεσθαι τῆς βασιλείας τῶν οὐρανῶν τὴν ἐγγύτητα· ὅταν γὰρ ἀναστῶμεν ἀπὸ τῶν νεκρῶν καὶ τῆς τοῦ ἁγίου πνεύματος μετάσχωμεν χάριτος, ἄτρεπτοι μένομεν τὰς ψυχὰς καὶ ἄφθαρτοι τὸ σῶμα ἐν οὐρανοῖς διαιτώμενοι. ἠγγικέναι δὲ πανταχοῦ λέγει τὴν βασιλείαν τῶν οὐρανῶν ὡς δὴ διὰ τῆς αὐτοῦ παρουσίας καὶ τὴν ἀληθῆ τοῦ πράγματος κομισαμένων ὑπόσχεσιν καὶ ὡς ἐν τύπῳ γενομένων ἤδη καὶ τὴν ἀπαρχὴν κομίζεσθαι τοῦ πνεύματος. 60 Mt 9, 37 Θερισμὸν λέγει τοὺς δεομένους διδασκαλίας.

61 Mt 10, 2 ∆ιὰ βεβαιοτέραν πίστιν καὶ ἀσφάλειαν, ὡς ἂν μὴ πλανηθῶσιν

ἑτέροις πιστεύσαντες ὡς ἀποστόλοις, τὸν ἀριθμὸν ἅμα καὶ τὰ ὀνόματα τῶν ἀποστόλων παραδέδωκεν ἡμῖν ὁ Χριστός. 62 Mt 10, 2 Ἐσημειώσατο δὲ ἐπιτηδὲς τῶν ἀποστόλων τὰ ὀνόματα, ἵνα μηδενὶ πεισθῶμεν ἑτέρῳ παρὰ τοὺς εἰρημένους· ᾔδει γάρ, ὅτι ἤμελλόν τινες ψευδαπόστολοι ἐπιφημίσαι ἑαυτοῖς τὸ τοιοῦτον ἀξίωμα. 63