1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

7

λέγει, περὶ ου λέγεται· "συντέλεια τοῦ αἰῶνος". κατὰ ἀναγωγὴν δὲ λέγομεν τοῦτο· πολλαχοῦ τῶν θείων παιδευμάτων ἑτέρως λέγεται ἡ "γενεά". ὡς τὸ "γενεὰ σκο λιὰ καὶ διεστραμμένη"· λέγει δὲ τὴν ̓Ιουδαϊκήν. καὶ "ἀν αγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη", ἡ ἀπὸ τῶν ἐθνῶν. λέγει ουν οτι ἡ παλαιὰ ἡ Ἰουδαϊκὴ "πορεύεται", "ερχεται" δὲ ἀντ' αὐτῆς ἡ κληθεῖσα ὑπὸ τοῦ σωτῆρος διὰ τοῦ εὐαγγελίου καὶ ἐπ' αὐτῆς τῆς "γῆς", καθ' ην διατρίβουσιν ἡ ἀπελθοῦσα καὶ ἡ "ἐρχομένη", "εἰς τὸν αἰῶνα" μένει. ευ̣σ τιν̣ δ̣ὲ̣ αυτη ἡ "θεόπνευστος γραφή". ἐπερ· τί ουν πρὸς τὸ "τίς περιςσεία ἐν παντὶ μόχθῳ"; ε̣ἰ̣ς̣ αλλο θεώρημα ἑ̣ρμη̣ν̣ε̣υ̣θέν, ἐὰν πρὸς τὴν ἱστορίαν αὐτὰ λαμβάνῃς, τοῦτο λέγει οτι, ἐπεὶ "γενεὰ πορεύετ̣αι", καὶ "γενεὰ ερχεται"- "πορεύεται" δὲ ἡ θανάτῳ φθειρομένη, "ερχεται" δὲ̣ ἡ γεννωμένη-, οὐδὲν πλέον εξει ὁ ανθρωπος ἐκ τοῦ "μοχθεῖν", η ἀπέρχεται η "ευ̣ρχεται". 1,4b καὶ ἡ γῆ εἰς τὸν αἰῶνα εστηκεν. τοῦτο λέγει οτι ἡ "γῆ" αυτη, ἐφ' ην διατρίβουσιν αἱ διαδοχαὶ τῶν γενομένων, μένει μέχρι "τῆς συντελείας", "εως αν παρέλθῃ" μετὰ τοῦ "οὐρανοῦ"· "εἰς τὸν αἰῶνα" τοῦ αἰῶνος "εστηκεν" τοῦτον· καὶ εἰ "συντέλεια" γίνεται, καὶ περιγράφεται ὁ "αἰών".

1,5ab καὶ ἀνατέλλει ὁ ηλιος καὶ δύνει ὁ ηλιος καὶ εἰς τὸν τόπον αὐτοῦ

ελκει. ευ̣λεγον οτι διχῶς ἐκλαμβάνεται τὰ "μάταια" καὶ ἡ "ματαιότης τῆς ματαιότητος", απαξ μὲν ἐπὶ τῆς διακοσμήσεως τῆς αἰσθητῆς, ἑτέρως δὲ ἐπὶ τῶν ἐπιτηδευμάτων τῶν ἀνθρωπίνων. ειπεν τὰ περὶ τῶν ἐπιτηδευμάτων λέγων οτι οὐδὲν "περισσείας" ευ̣χει ὁ "μοχθῶν ὑπὸ τὸν ηλιον", ἀλλὰ τοῖς̣ αὐτοῖς ὑπόκειται, οις καὶ ὁ μὴ "μοχθῶν". λοιπὸν περὶ τῆς ὁ̣ρ̣ωμένης κτίσεως λέγει, ης καὶ ὁ ἀπόστολος λέγει· "τὰ βλεπόμενα πρόσκαιρα"· καὶ λέγει· "ὁ ηλιος ἀνατέλλει καὶ δύνει", καὶ οὐδὲν πλέον. πάλιν ἑξῆς τοῦτο γίνεται· καὶ "ἐπ̣ὶ κύκλους αὐτοῦ ἐπιστρέφει", "κυκλοῖ πρὸς βορρᾶν", ευ̣ρχεται εἰς "νότον" καὶ "κυκλοῖ κυκλῶν τὸ πνεῦμα" καὶ "ἐπὶ κύκλους αὐτοῦ 13 ἐπιστρέφει". "πνεῦμα" δὲ νῦν λέγει ηυ̣τοι τὴν ὡσανεὶ ψυ χὴν τοῦ "ἡλίου" η αὐτὸν τὸν "ηλιον". λοιπὸν αυ̣κουε· τινὲς τῶν ἐπιπολαιοτέρων ἀνθρώπων καὶ μὴ φυσιολογούντων μηδὲ τὰ αἰσθητὰ ποιησάντων μηδὲ τὰ ἀνθρώ πινα πράγματα οιυ̣ονται οτι οὐ κατὰ περιστροφὴν κυκλικὴν ὁ "ηλιος" ἀνύει τὴν πορείαν ἑαυτοῦ, ἀλλὰ ουτω λέγουσιν· ενθεν, λέγει, ερχεται καὶ ἀνακάμπτει καὶ ὑπάγει "εἰς τὸν τό πον". ωδε δὲ λέγει οτι "ἐπὶ κύκλους αὐτοῦ" "πορεύεται". ἐν τῷ υ̣Εσδρᾳ δὲ τοῦτο ευ̣τι σαφέστερον τὸ θεώρημα φυσι κὸν ον ἀποδείκνυται· "μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς τῷ δρόμῳ ὁ ηλιος, καὶ στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀνατρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ." τοῦτο λέγει ουν· εἰ καὶ ευ̣χει τι περικαλλὲς τὸ θεώρημα τοῦτο φυσικὸν ον τὸ κατὰ τὸν "ηλιον", ἀλλὰ καὶ αὐτό, ἐπεὶ α̣ἰσθ̣ητόν ἐστιν καὶ τῆς ωδε διακοσμήσεως, "ματαιότης ματαιοτήτων" ἐστὶν ὡς πρὸς τὴν "αυ̣νω" διακόσμη σιν, ὡς πρὸς τὸν "ηλιον τῆς δικαιοσύνης". ὁ "ηλιος τῆς δικαιοσύνης" "ἀνατέλλει" ἐν ψυχῇ· ἡ ἀρχὴ δὲ τῆς ἀνατολῆς αὐτοῦ εἰσαγωγικώτερά ἐστιν καὶ φωτισμὸς εἰσαγωγικώτερος. οταν δὲ στραφῇ περὶ ολην τὴν ψυχὴν καὶ ολην αὐτὴν φωτίσῃ ὡς μηδὲν λοιπὸν εξω φωτὸς ειναι, τότε γέγονεν ἐν τελείῳ φωτισμῷ. "δύνει" γὰρ πολλάκις, ινα αυθις "ἀνατείλῃ"· κατὰ γὰρ προκοπὴν δύσις γίνεται καὶ ἀνατολή. καὶ ηνωται ἡ δύσις καὶ ἡ ἀνατολὴ σχέσει λαμβανομένη· ὁ̣ δ̣εύ̣τ̣ερος̣ μὲν πρὸς τὸν προλαβόντα φωτισμὸν δύσις ἐστίν, ἀνατολὴ δὲ πρὸς τὸν ἀρχόμενον. 1,6ab ἀνατέλλων αὐτὸς ἐκεῖ ἐκπορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν. τὰ κλίματα