1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

7

παραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς εἶναι ἀνθρώπων νομίζοιτο δι' ἢν περίκειται σάρκα, ἀλλ' οὐχ ἵσταταί γε αὐτῇ τὰ τῆς γενέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώματος προπατόρων φθάνει· ἀλλ' εἰ καὶ νομίζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γέννησιν, ὅμως δ' οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας ὑφέστηκεν· ἐπειδὴ δὲ οὖν οὐ κατὰ τὴν αὐτὴν τῷ Ματθαίῳ διάνοιαν ἐξετίθετο τὴν διήγησιν, εἰκότως τὸν 22.897 αὐτὸν ἐκείνῳ καιρὸν ὑπερβὰς, ἐπὶ τὴν ἀναγέννησιν τὴν διὰ λουτροῦ παραγίνεται· καὶ ἐνταῦθα τὴν ἐναντίαν ἐκτίθεται τῶν γενῶν διαδοχήν· ὁμοῦ καὶ ἀνάγων ἀπὸ τῶν ὑστάτων ἐπὶ τὰ πρῶτα, ὁμοῦ καὶ τὴν μνήμην τῶν παρὰ τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν ἀποσειόμενος· ἐπειδήπερ ὁ παρὰ τῷ Θεῷ ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ἐνσάρκου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατέρων, υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατὰ Θεὸν ἀνεπιλήπτως βεβιωκότων.

δʹ. Οἷον, ὡς ἐπὶ παραδείγματος, Παῦλος ὁ ἀπόστολος ἐχέτω μὲν κατὰ σάρκα πατέρα Ἰουδαῖον ὅντινα ὡς εἰκὸς ἄπιστον· ἐχέτω δὲ καὶ κατὰ Θεὸν, οὗ κατὰ τοὺς τρόπους ἐβίου· εἰ δὲ οὖν μέλλει τις αὐτὸν κατὰ σάρκα γενεαλογεῖν, τίνος εἰκότως ἂν ἐμνήσθη, ἢ πάντως που τοῦ κατὰ σάρκα πατρός; Εἰ δ' αὖ πάλιν ἕτερος τὴν ἐν Χριστῷ γένεσιν αὐτοῦ δηλοῦν ἐθέλοι, τίνος ἂν τὴν μνήμην θείη ἂν εἰκότως, ἢ πάντως τοῦ κατὰ Θεὸν αὐτὸν ἀναγεννήσαντος; Οὕτω καὶ τῷ Ἀβραὰμ εἴρηται· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·» οὐ δήπου τοὺς κατὰ σάρκα πατέρας δηλοῦντος τοῦ λόγου, εἰ μὴ καὶ θεοσεβεῖς λέγοιντο γεγονέναι, τοὺς δὲ ἐν Θεῷ πατέρας διὰ τὴν τῆς εὐσεβείας ὁμοιοτροπίαν αἰνιττομένου· οὕτω καὶ οἱ ἐξ Ἀβραὰμ, ἀσεβεῖς ἦσαν μὲν κατὰ σάρκα οἱ υἱοὶ Ἀβραὰμ, κατὰ δὲ τὸν τρόπον, υἱοὶ Σοδόμων καὶ Γομόῤῥας· διὸ λέγεται πρὸς αὐτούς· «Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας·» ὡς αὖ πάλιν ἐξ ὧν ἤμελλεν υἱοὶ Ἀβραὰμ γίγνεσθαι· οἱ γοῦν ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες, κατὰ σάρκα πατέρων ἀλλοφύλων φύντες, υἱοὶ γεγόναμεν Ἀβραὰμ, Χριστοῦ γενόμενοι παῖδες καὶ τῶν Χριστοῦ μαθητῶν· ὥστε καὶ δευτέραν ἡμᾶς ἐπιγράφεσθαι γένους διαδοχὴν πολὺ κρείττονα τῆς κατὰ σάρκα διὰ τὴν κατὰ Χριστὸν ἀναγέννησιν. εʹ. Εἰκότως τοιγαροῦν καὶ ὁ Λουκᾶς, ἅτε τὴν ἀναγέννησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ, οὐ τοῦ Σολομῶνος καὶ τῆς τοῦ Οὐρίου, οὐ τῆς Θάμαρ, οὐ τῆς Ῥοὺθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ διαβεβλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται, ἀλλὰ δι' ἑτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὴ καὶ ἐκ τοῦ προφήτου Νάθαν ἀναγεγεννημένον εἰσάγει· καὶ ὁ μὲν παρὰ τῷ Ματθαίῳ κατὰ σάρκα γεγεννημένος, υἱὸς ἦν Ἀβραὰμ ἐντεῦθεν γενεαλογούμενος, ἐπειδήπερ τῷ Ἀβραὰμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς τῶν ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἢ διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου γενησομένης· ὁ δὲ ἐν Θεῷ ἀναγεγεννημένος, ἑτέρους πατέρας τοὺς κατὰ Θεὸν ἐπιγραψάμενος, οὐδ' αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ' ὡς ἐνομίζετο διὰ τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνεισιν ἐπὶ τὸν ἀληθῆ πατέρα, μετὰ πάντας χρηματίσας Υἱὸς τοῦ Θεοῦ.

∆ʹ. Ἀφρικανοῦ περὶ τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις γενεαλογίας.

αʹ. Οἱ μὲν οὖν ἤτοι τὴν εὐαγγελικὴν ἱστορίαν ἠγνοηκότες ἢ συνεῖναι μὴ δυνηθέντες, δοξολογούσῃ πλάνῃ τὴν ἀγνωσίαν ἐπύκνωσαν εἰπόντες ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς τε καὶ ἐπιμιξία τῶν τε ἱερατικῶν ὡς οἷόν τε καὶ τῶν βασιλικῶν· ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος· ὥσπερ τινὸς ἀπειθοῦντος ἢ ἑτέραν ἐσχηκότος ἐλπίδα· ὅτι Χριστὸς ἀΐδιος μὲν ἀρχιερεὺς Πατρὸς, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀναφέρων, βασιλεὺς δ' ὑπερκόσμιος, οὓς ἠλευθέρωσε νέμων τῷ Πνεύματι, συνεργὸς εἰς τὴν