1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

7

παράσιτοι καὶ ἡ βασιλικὴ τράπεζα; Οὐχὶ ὡς λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι γυμνὴν τὴν ψυχὴν ἐκ τοῦ κόσμου ἐκφέρων; Καὶ κράζει κενῇ τῇ φωνῇ· πάτερ Ἀβραάμ, πέμψον Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ καὶ καταψύξῃ τὴν γλῶσσάν μου, διότι δεινῶς ἀποτηγανίζομαι. Τί πατέρα καλεῖς τὸν Ἀβραάμ, οὗ τὸν βίον οὐκ ἐμιμήσω; Ἐκεῖνος πάντα ἄνθρωπον εἰς τὸν οἶκον αὑτοῦ ἐξένιζε, σὺ δὲ ἑνὸς πτωχοῦ φροντίδα οὐκ ἐποιήσω. Οὐκ ἔστι πενθῆσαι καὶ κλαῦσαι ὅτι ὁ τοσοῦτον πλοῦτον ἔχων σταγόνος ὕδατος ἄξιος οὐκ ἐγένετο; Ἐπειδὴ γὰρ ψιχίων οὐ μετέδωκε τῷ πτωχῷ σταγόνα ὕδατος οὐ λαμβάνει. Τῷ χειμῶνι οὐκ ἔσπειρεν ἔλεος, ἦλθε τὸ θέρος καὶ οὐκ ἐθέρισε. Καὶ τοῦτο τοῦ δεσπότου οἰκονομία ὅτι ἐξεναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, ἵνα βλέπωσιν ἀλλήλους καὶ ἀλλήλους γνωρίζωσι. Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται καὶ ἕκαστος τύραννος τὸν ἴδιον μάρτυρα ὃν ἐκόλασε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα.

Ἄκουσον τῆς σοφίας λεγούσης· τότε ἐν πολλῇ παρρησίᾳ στήσεται ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν. Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, ἡνίκα εὕρῃ καθαρὰν πηγήν, τῇ δίψῃ φλεγό μενος καὶ πολλῇ τῇ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ πάντα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται. Οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται. Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος ἐποίησεν αὐτὸν ἐξεναντίας τοῦ παρα δείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ' ἑκάστην ὥραν καὶ ἡμέραν βλέπων ἐκεῖνο τὸ ποθητὸν χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ. Εἰ δὲ καὶ ὧδε ἀλλήλοις μὴ συντύχωμεν, ἀλλ' ἐκεῖ οὐδεὶς ὁ κωλύων ἡμᾶς μετ' ἀλλήλων διάγειν. Καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον καὶ οἱ μάρτυρες τοὺς τυράννους. Μὴ οὖν ἀθύμει, ἀλλὰ μνημόνευε τοῦ προφήτου λέγοντος· μυκτηρισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται καὶ ὡς ἱμάτιον παλαιωθήσονται. Κατανόησον δὲ καὶ τὸν δεσπότην, πῶς εὐθὺς ἀπὸ τῶν σπαρ γάνων ἐδιώκετο καὶ εἰς βαρβάρων γῆν ἀπερρίπτετο, ὁ τὸν κόσμον κατέχων τύπος ἡμῖν γινόμενος τοῦ μὴ ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς. Ἀνάμνησαι τὸ πάθος τοῦ Σωτῆρος, ὅσας ὕβρεις δι' ἡμᾶς ὑπέμεινεν. Οἱ μὲν γὰρ αὐτὸν Σαμαρείτην ἐκάλουν, οἱ δὲ δαιμονῶντα καὶ γαστρίμαργον καὶ ψευδοπροφήτην. Λέγουσι γάρ· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Τί δέ, ὅτε ἦγον αὐτὸν κρημνίσαι καὶ ὅτε εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον καὶ ῥαπίσματα αὐτῷ ἐδίδουν; Τί δέ, ὅτε ὄξος καὶ χολὴν αὐτὸν ἐπότιζον, ὅτε τῷ καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυπτον; Τί δέ, ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες; Καὶ ὅτε περιῆγον αὐτὸν οἱ αἱμοβόροι ἐκεῖνοι κύνες καὶ ὅτε ἐπὶ τὸ πάθος ἤγετο γυμνὸς καὶ πάντες αὐτὸν κατέλιπον οἱ μαθηταί; Καὶ ὁ μὲν αὐτὸν ἠρνήσατο, ὁ δὲ παρέδωκεν, οἱ δὲ ἄλλοι ἐδραπέτευσαν καὶ μόνος εἱστήκει γυμνὸς ἐν μέσῳ τῶν ὄχλων ἐκείνων· ἑορτὴ γὰρ ἦν ἡ πάντας συνάγουσα τότε. Καὶ ὅτε ὡς πονηρὸν ἐν μέσῳ κακούργων αὐτὸν ἐσταύρωσαν καὶ ἄταφος ἔκειτο, ὅτε κατήνεγκαν αὐτὸν ἀπὸ τοῦ σταυροῦ, ἕως ὅτου τις αὐτὸν ἐξῃτήσατο, ἵνα αὐτὸν θάψῃ· οὕτως ὅτι ταφῆς οὐκ ἠξιώθη. Καὶ ὅτε ψόγον πονηρὸν κατ' αὐτοῦ ἀπεφήναντο ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν καὶ οὐκ ἀνέστη. Ὑπομνήσθητι δὲ καὶ τοὺς ἀποστόλους ὅτι πανταχόθεν ἐδιώκοντο καὶ κατεκρύπτοντο ἐν ταῖς πόλεσι