7
τῶν εἰδῶν, ὧν ἐστιν ἴδια, ἀλλὰ καὶ τὰ εἴδη κατηγοροῦνται τῶν ἰδίων αὐτῶν· πᾶς γὰρ ἄνθρωπος γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος. Εἰ γὰρ καὶ γελᾶν λέγεται πίθηκος, οὐ γελᾷ τῇ καρδίᾳ ἀλλὰ τοῖς σχήμασι· μιμητικὸν γὰρ ζῷόν ἐστιν. Ὥστε ἡ μὲν τῶν γενῶν κατὰ τῶν εἰδῶν κατηγορία καὶ ἡ τῶν διαφορῶν κατὰ τῶν εἰδῶν καὶ ἡ τῶν εἰδῶν κατὰ τῶν ἀτόμων ἐπὶ πλέον λέγεται, ἡ δὲ τῶν ἰδίων ἐπίσης. Ταῦτα δὲ τὰ ἐπίσης ἀντιστρέφοντα καὶ ἀντικατηγορούμενα λέγονται. 8 Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας. Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Καὶ ὁ ἄνθρωπος δὲ ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρωπος καὶ ἔμψυχος καὶ αἰσθητικός. Ὁμώνυμος δέ ἐστι κατηγορία, ὅτε τὸ μὲν ὄνομα δέχεται, τὸν δὲ ὅρον οὐδαμῶς, οἷον ἡ εἰκὼν τοῦ ἀνθρώπου τὸ μὲν ὄνομα τοῦ ἀνθρώπου δέχεται, τὸν δὲ ὅρον τοῦ ἀνθρώπου οὐ δέχεται· ὁ γὰρ ὅρος τοῦ ἀνθρώπου ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἡ δὲ εἰκὼν οὔτε ζῷόν ἐστιν· οὐ γάρ ἐστιν ἔμψυχος οὔτε λογικὸν οὔτε νοῦ καὶ ἐπιστήμης δεκτικόν. Χρὴ γινώσκειν, ὅτι, ὅσα κατηγορεῖται κατά τινος καθ' ὑποκειμένου ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσεται, οἷον τὸ ζῷον ὡς καθ' ὑποκειμένου κατηγορεῖται τοῦ ἀνθρώπου ἤγουν συνωνύμως καὶ ὁ ἄνθρωπος τοῦ Πέτρου· ὑκόκειται γὰρ τῷ ἀνθρώπῳ ὁ Πέτρος. Κατηγορεῖται οὖν καὶ τοῦ Πέτρου τὸ ζῷον· καὶ ὁ Πέτρος γὰρ ζῷόν ἐστι. Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσιν· ἐν αὐτῇ γὰρ ἔχουσι τὸ εἶναι καὶ ἐκτὸς αὐτῆς οὐχ ὑφίστανται. Τὸ δὲ πρὸς κατηγορίαν ὑποκείμενόν ἐστι τὸ μερικόν· ὑπόκειται γὰρ τὸ μερικὸν τῷ καθολικωτέρῳ πρὸς κατηγορίαν, ἐπειδὴ τὸ καθολικώτερον κατηγορεῖται τοῦ μερικωτέρου, ὡς τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Λέγεται δὲ τὸ μὲν καθόλου καθ' ὑποκειμένου, τὸ δὲ μερικώτερον ὑποκείμενον πρὸς κατηγορίαν. Λέγεται δὲ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὑποκείμενον πρὸς ὕπαρξιν. 9 Περὶ τῆς ἐν τῷ τί ἐστι κατηγορίας καὶ τῆς ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορίας. Ἄλλο ἐστὶν ἡ ἐν τῷ τί ἐστι κατηγορία καὶ ἄλλο ἡ ἐν τῷ ὁποῖόν τί ἐστι· καὶ ἡ ἐν τῷ τί ἐστι μέν, ὅτε ἐρωτώμενοι «τί ἐστιν ἄνθρωπος» λέγομεν «ζῷον»· ἐν δὲ τῷ ὁποῖόν τί ἐστιν, ὅτε ἐρωτώμενοι «ὁποῖον ζῷον» φαμὲν «λογικὸν θνητόν». Ὥστε τὸ μὲν γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἥ τε οὐσιώδης καὶ ἡ ἐπουσιώδης ἤγουν τὸ συμβεβηκὸς καὶ τὸ ἴδιον ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται. Ἡ δὲ ὑπόστασις οὐδὲ τί ἐστι δηλοῖ οὐδὲ ὁποῖόν τί ἐστιν, ἀλλὰ τίς ἐστιν· ἐρωτώμενοι γὰρ «τίς ἐστιν οὗτος» λέγομεν «Πέτρος». Εἶτα ἐρωτώμενοι «τί ἐστι Πέτρος» λέγομεν «ἄνθρωπος». Πάλιν ἐρωτώμενοι «ὁποῖος ἄνθρωπος» λέγομεν «μακρὸς τυχὸν ἢ κολοβός». Χρὴ δὲ γινώσκειν, ὅτι τὰ φύσει διαφέροντα ἄλλο καὶ ἄλλο λέγονται. Λέγομεν γάρ· Ἄλλο ἐστὶν ἄνθρωπος καὶ ἄλλο ἵππος, ἄλλο δὲ κατὰ φύσιν· καὶ γὰρ ἕτερον εἶδος τοῦ ἀνθρώπου καὶ ἄλλο τοῦ ἵππου. Τὰ δὲ ἀριθμῷ διαφέροντα ἤγουν αἱ ὑποστάσεις ἄλλος καὶ ἄλλος λέγονται. Λέγομεν γάρ, ὅτι ἄλλος ἐστὶν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι ἄλλο ἐστὶ Πέτρος καὶ ἄλλο Παῦλος, ἐπεὶ ψευδόμεθα· ἓν γάρ εἰσι τῇ φύσει, οὔκ