1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

7

ἀλεξίκακα φάρμακα, τὸν ἐπηρτημένον διαλύοντα κίνδυνον. ∆ιά τοι τοῦτο μικρὰν ἀναβολὴν ἐπαγγέλλω· ἐλπίζομεν γάρ, ὡς τὸ ζοφῶδες τοῦτο καὶ τετριγὸς νέφος ὁ φιλάνθρωπος ἡμῶν ὅτι τάχιστα διασκεδάσει δεσπότης. 18 ΑΡΕΟΒΙΝ∆Ω ΣΤΡΑΤΗΛΑΤΗ. Ἡνίκα μὲν τὸν μονήρη μετῄειν βίον πάντων ὁμοῦ προῃρού μην τὴν ἡσυχίαν· τοῦτο γὰρ ὁ ἐκείνου τοῦ βίου παρακελεύεται νόμος. Ἐπειδὴ δὲ ἀνάξιον ὄντα με ψυχὰς ποιμαίνειν ἐκέλευσεν ὁ Θεός, ἀναγκάζομαι καὶ παρὰ γνώμην πολλάκις ἐπιμελεῖσθαι πραγμάτων, ὧν ἡ φροντὶς ἀν[ιαρ]ὰ μὲν ἐμοί, ἔννομος δὲ <καὶ> τοῖς χρωμένοις ὠφέλιμος· ὁ γὰρ ἀποστολικὸς νόμος βοᾷ· Εἰ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη · καὶ πάλιν· ὁ προϊστάμενος ἐν σπουδῆ . Τούτοις δουλεύων τοῖς νόμοις, τὴν ὑμετέραν διὰ γραμμάτων μεγαλοφυΐαν προσφθέγγομαι καὶ τὸ Σεργιθέον χωρίον (τῆς ἐνορίας δὲ τοῦτο τῆς ἡμετέρας ἐσ τίν), ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν τελοῦν, ἀπολαῦσαι φιλανθρω πίας ἀντιβολῶ. Τρύχει γὰρ τοὺς τοῦτο γεωργοῦντας ὁ τοῦ ἐλαίου κανών, ὃν εἰσπράττονται, μήτε πέρυσιν μήτε τῆτες τῆς γῆς τεκούσης καρπὸν ἢ λίαν ὀλίγιστον. Πρέπει δὲ ὑμῖν, συνέ σει λαμπρυνομένοις, ᾗ καὶ τὴν ἀνδρείαν κοσμεῖτε, † τὰ θεόθεν χορηγούμενα παρὰ τῶν γηπόνων, κἂν ἐπίσχῃ ποτὲ τῶν καρπῶν τὴν φοράν †, φειδοῦς ἀξιοῦν τοὺς τὴν γῆν ἐργαζομένους, τὴν ὡρισμένην πρόσοδον ἀποδοῦναι μὴ δυναμένους· οὐδὲ γὰρ οἱ κρουνοὶ προσφέρειν δύνανται τῶν ὑδάτων τὰ νάματα, παρὰ τῶν πηγῶν μὴ δεχόμενοι. Ταύτην ἡμεῖς προσφέρομεν τὴν παρά κλησιν, ὑπὸ τῶν γεωργῶν πολλάκις ἐνοχληθέντες. Ἡ δὲ ὑμετέρα μεγαλοπρέπεια τὸ πρακτέον σκοπήσασα καὶ τὸ εἰκὸς ἐν τοῖς εἰρημένοις εὖ οἶδ' ὅτι μεταδώσει φιλανθρωπίας, ἅτε δὴ ταύτης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ποθοῦσα τυχεῖν. 19 ΚΩΝΣΤΑΝΤΙΝΩ ΑΠΟ ΥΠΑΡΧΩΝ. ∆ιεκόσμησε μὲν τῷ λόγῳ τῶν ἀνθρώπων τὴν φύσιν ὁ τῶν ὅλων θεός· οὗ δὴ χάριν καὶ αὐτὴ καθ' ἑαυτὴν τὸ δέον εὑρίσκει· καὶ μάρτυρες οἱ πάλαι γενόμενοι, παρ' ἑτέρων μὲν οὐ δεξά μενοι νόμους, αὐτοὶ δὲ νόμους εὑρόντες καὶ τὴν λογικοῖς ἁρμόττουσαν πολιτείαν εἰσενεγκόντες. Εἰ δέ τις πρὸς τῇ φύσει καὶ παιδείαν προσλάβοι καὶ τοῖς ἑτέρων πόνοις ἐπιμελῶς ἐν τραφείη, οἷόν τινα ὕλην προσφέρει τὴν παντοδαπῆ διδασκα λίαν τῇ φύσει. Ἡ δὲ ἀποκρίνει μὲν τὰ περιττὰ ὡς ἐπιστή μων, τὰ δὲ ὀνησιφόρα δέχεται καὶ κατασκευάζει τὰ ἀξιέ ραστα τῆς ἀρετῆς ἀγάλματα· οὔτε γὰρ παρὰ τῶν ποιητῶν οὔτε παρὰ τῶν φιλοσόφων οὔτε μὴν παρὰ τῶν ἄλλων λογογ ράφων ἁπλῶς καὶ ὡς ἔτυχε δέχεται τὰ μαθήματα, ἀλλὰ τὴν μέλιτταν μιμουμένη, τὸ μὲν χρειῶδες συλλέγει, τὸ δὲ περιτ τὸν χαίρειν ἐᾷ. Τοῦτον ἡ ὑμετέρα μεγαλοπρέπεια τὸν βίον ἀσπαζομένη ηὔξησε τὸν ἐντεθέντα τῇ φύσει λόγον, μᾶλ λον δὲ τοῦτον κρυπτόμενον ἔδειξεν· ὑποβρύχιον γὰρ αὐτὸν τὰ πάθη ποιεῖ· ἀλλ' ὅταν ἐπιτύχῃ πτερῶν, ὑπερνήχεται καὶ ἀναδύνει καὶ ὡς ἐν φωτὶ πολιτεύεται. Τούτου εἵνεκα διαφερόν τως τὴν ὑμετέραν μεγαλοφυΐαν ὑπὲρ τῶν προμηθείας δεομέ νων ἀντιβολῶ· λογικώτερον γὰρ κινουμένη μετὰ πλείονος αὐτῶν προθυμίας ἐπιμελεῖται. Ταύτης ἀπολαῦσαι τῆς κηδεμονίας παρακαλῶ καὶ τὸν θαυμασιώτατον καὶ λαμπρότατον ∆ιονύσιον, ἄρξαντα μὲν οὐ κατὰ γνώμην, πενίᾳ δὲ συζῶντα, ἐπιεικῆ δὲ καὶ μέτριον ἀσπαζόμενον βίον, εἰσπραττόμενον δὲ ἃ μηδὲ δοῦ λος ἀντ' ἐλευθέρου γενόμενος δυνήσετ' ἂν ἀποδοῦναι. Εἰ δὲ καὶ τῶν οἰκείων συμφορῶν ἐπιτραπείη διδάξαι τὴν τραγῳδίαν (ἐπιτρέψετε δὲ πάντως, ἡμερότητι λαμπρυνόμενοι), οἴκτου καὶ φειδοῦς ἀπολαύσεται οὐ παρ' ὑμῶν μόνον τῶν