1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

8

λέγει, απεριέρχεται. ἀπὸ τῶν ἀνέμων τὰ κλίματα σημαίνεται. ἀμέλει γοῦν οἱ μετροῦντες τὴν γῆν λέγουσιν οτι καὶ ἐπὶ "βορρᾶ" τόδε. τοῦτο ουν λέγει οτι καὶ τὸ δυτικὸν καὶ τὸ μεσημβρινὸν καὶ τὸ ἑσπερινὸν κλῖμα διαπορεύεται, καὶ ου τως ερχεται "εἰς τὸν τόπον" τὸν "ἑαυτοῦ" κυκλικῶς φερόμενος. καὶ τάχα "πνεῦμα" αὐτὸν ὠνόμασεν διὰ τὴν ὀξύτητα τοῦ δρόμου· οὐδὲν δὲ ὀξύτερον πνεύματός ἐστιν.

1,6c κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα. ειπον δὲ οτι τὸ "πνεῦμα" η διὰ

τὴν ταχυτῆτα τῆς φορᾶς η διὰ τὸ εχειν καὶ τὸν "ηλιόν" τι οἱονεὶ νοῦν καὶ ψυχήν· καὶ τοῦτο σημαίνει διὰ τῆς τοῦ "πνεύματος" προσηγορίας. 1,6d καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. "ἐπὶ τοὺς ἑαυτοῦ κύκλους" "πορεύεται τὸ πνεῦμα", ἐπεὶ καθ' ἑκάστην ἡμέραν ενα ποιεῖται "κύκλον". πολλαί εἰσιν ἡμέραι τοῦ ἐνιαυτοῦ, πολλοί εἰσιν οἱ "κύκλοι". ἀμέλει γοῦν ἀεὶ ε̣ις ὁ περιερχόμενος τὸν οὐρανὸν καὶ στρεφόμενος ἐν τῷ "κύκλῳ" αὐτοῦ τεταγμένῳ τὰς αὐτὰς ἐτησίους ωρας ποιεῖ· μὴ γάρ εἰσιν μείζους καὶ ἐλάττονες. καν γὰρ λέγωμεν οτι τὸ εαρ τοῦτο χειμερίζει η μεθοπωρίζει τὸ θέρος, εἰς τὴν τοῦ ἀέρος σκοποῦμεν φύσιν· 14 ἐπιτεταγμένως τοὺς αὐτοὺς ποιεῖ̣ δρόμους, τὰς αὐτὰς ἡμέρας καὶ τοὺς αὐτοὺς μῆνας.

1,7abcd πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ εσται ἐμπιμπλαμένη ·εἰς τόπον, ου οἱ χείμαρροι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέφουσιν τοῦ πορευθῆναι. καὶ τοῦτο πάλιν πρότερον καθ' ἱστορίαν ἐκδεκτέον. οἱ "χείμαρροι" ουυ̣κ εἰσιν αὐτογενεῖς ποταμοί, οὐκ ἀπὸ πηγῆς εχοντες τὴν ἀρχὴν ἀλλὰ ἀπὸ ὑετῶν. "πάντες" ουνου τοι ῥέουσιν "εἰς τὴν θάλασσαν" καὶ ἡ "θάλασσα" οὐ π̣λέον τι υδωρ φαίνεται ευ̣χουσα παρὰ τὸ ῥεῦμα τῶν "χειμάρρων". παρέμιξεν ουν ὡς κατὰ τὴν ἱστορίαν βίαιόν τι, ινα καὶ ἀν αγωγὴν λάβῃ ὁ λόγος. καὶ οὐ ψιλὸν τοῦτο, τέθηκεν αλλο τι· "οἱ χείμαρροι" "εἰς τόπον", ὁπόθεν ὁρμῶνται, πάλιν ἀνα κάμπτουσιν, οπερ οὐ γίνεται κατὰ ἱστορίαν. ομως δέ, ἐπεὶ καὶ τῷ ῥητῷ ὡς οιόν τέ ἐστιν δεῖ συναγορεύειν, κα̣τὰ τὸ ἐνδεχόμενον ιδω̣μεν ὡς ἐπὶ ἱστορίας. καὶ τοῦτο δὲ ἰστέον, οτι ἡ καθόλου πρότασις οὐκ ······ καθόλου λαμβάνε ται, ἀλλ' ἐνίοτε ἐπὶ τῶν ὡς ἐπὶ πλεῖον. οταν γὰρ λέγῃ ὁ ἀπόστολος· "οἱ γὰρ πάντες τὰ ἑαυτῶν ζητοῦσιν", μὴ "πάν τας" ἀνθρώπους λέγει· Τιμόθεος μὴ "τὰ ἑαυτοῦ ἐζήτει", Τίτος, Λοῦκας, οἱ ἀπόστολοι οἱ αλλοι. τὸ καθόλου ουν ωδε ἀντὶ τοῦ οἱ πλεῖστοι. καὶ πολλά γέ ἐστιν τοιαῦτα ἐν τῇ γραφῇ φερόμενα· ὡς ἐὰν λέγῃ· "πάντες ἐξέκλιναν"· ολως αὐτὸς ὁ ∆αυίδ· οὐκ ην "ἐκκλίνας" Νάθαν δὲ ὁ προφήτης ἐν ταῖς ἡμέραις αὐτοῦ ων. καὶ ἐνταῦθα ουν δύναται. καν μὴ "πάντες εἰς τὴν θάλασσαν" ῥέωσιν ἀλλ' ἐν τῇ ξηρᾷ ενιοι ἀναλίσκονται, τοὺς πλείστους λέγει. τούτων ουν τῶν "χειμάρρων" ῥεόντων τον ιδιον ομβρον "εἰς τὴν θάλασσαν" οὐκ αυξ̣ε̣τ̣αι ἡ "θάλασσα", "οὐκ ἐνπίμπλαται"· πάλιν γ̣ὰρ̣ δέχεται τὸν ιδιον ομβρον. ειτα αλλο λέγει· "εἰς τόπον", φησίν, "ου οἱ χείμαρροι πορεύονται, ἐκεῖ αὐτοὶ αυτοι ἐπιστρέψουσιν". οὐ δύνανται δὲ "ἐπιστρέφειν"· ἐξ ὀρ̣ῶ̣ν̣ γὰρ φέρονται καὶ μίσγονται "εἰς τὴν θάλασσαν"· πῶς ουν "ἐπιστρέφουσιν"; κατὰ τὸ δυνατὸν ο̣υ ̣ν̣ συναγορεύσ̣ομεν καὶ ἐν ταύτῃ τῇ λέξει τῷ ῥητῷ. ἐπεὶ γὰρ γίνονται ἀναθυμιάσεις ἐκ τῆς "θαλάςσης" καὶ σ̣υ̣νίστα̣νται ου̣μβροι καὶ ὑετοί, δύναται ουτω λέγειν οτι, εἰ καὶ ῥέουσιν "οἱ χείμαρροι εἰς τὴν θάλασσαν", καὶ αὐτὴ "οὐκ ἐνπίμπλαται", ἀλλὰ̣ τ̣ό̣τε ἀναθυμιάσεις γίνονται ἀπ' αὐτῆς· ὑγ̣ρότης τ̣ρό̣π̣ο̣ν τινὰ οἱ "χείμαρροί" εἰσιν οἱ ἀναπ̣ορε̣υόμενοι. βίαιον ουν ἐστιν τὸ τοῦ ῥητοῦ. λοιπὸν ο̣υ̣ν ἑτ̣έ̣ρ̣ως αὐτὸ ἐκλάβωμεν. "π̣άντες" οἱ καταφερόμενοι ὑψόθεν "εἰς τὴν θάλαςσαν" φέρον̣ται. ἡ "θάλασσα" δὲ πολλάκις ὁ τῶν ἀνθρώπων βίος ὠνο μάσθη