1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

8

χρόνον μὲν βασιλείας τρισὶ δεκάδων περιόδοις τελείαις καὶ προσέτι λῷον τιμήσας, τούτων δὲ διπλάσιον τοῦ παντὸς αὐτῷ βίου τὴν ἐν ἀνθρώποις περιορίσας ζωήν· τῆς δ' αὐτοῦ μοναρχικῆς ἐξουσίας τὴν εἰκόνα δούς, νικητὴν ἀπέδειξε παντὸς τυραννικοῦ γένους θεομάχων τ' ὀλετῆρα γιγάντων, οἳ ψυχῆς ἀπονοίᾳ πρὸς αὐτὸν ἤραντο τὸν παμβασιλέα τῶν ὅλων δυσσεβείας ὅπλα. 1.5.2 ἀλλ' οἱ μὲν ὅσον εἰπεῖν ἐν βραχεῖ φανέντες ἅμα τε καὶ ἀπέσβησαν, τὸν δ' αὐτοῦ θεράποντα θεὸς ὁ εἷς καὶ μόνος ἕνα πρὸς πολλοὺς θεϊκῇ φραξάμενος παντευχίᾳ, τῆς τῶν ἀθέων πληθύος δι' αὐτοῦ τὸν θνητὸν ἀποκαθήρας βίον, εὐσεβείας εἰς αὐτὸν διδάσκαλον πᾶσιν ἔθνεσι κατεστήσατο, μεγάλῃ βοῇ ταῖς πάντων ἀκοαῖς μαρτυρόμενον τὸν ὄντα θεὸν εἰδέναι, τὴν δὲ τῶν οὐδαμῶς 1.6.1 ὄντων ἀποστρέφεσθαι πλάνην. καὶ ὁ μὲν οἷα πιστὸς καὶ ἀγαθὸς θεράπων τοῦτ' ἔπραττε καὶ ἐκήρυττε, δοῦλον ἄντικρυς ἀποκαλῶν καὶ θεράποντα τοῦ παμβασιλέως ὁμολογῶν ἑαυτόν, θεὸς δ' αὐτὸν ἐγγύθεν ἀμειβόμενος κύριον καθίστη καὶ δεσπότην νικητήν τε μόνον τῶν ἐξ αἰῶνος αὐτοκρατόρων ἄμαχον καὶ ἀήττητον, εἰσαεὶ νικῶντα τροπαίοις τε τοῖς κατ' ἐχθρῶν διὰ παντὸς φαιδρυνόμενον, βασιλέα τοσοῦτον, ὅσον οὐδεὶς ἀκοῇ τῶν πάλαι πρότερον μνημονεύει γενέσθαι, οὕτω μὲν θεοφιλῆ καὶ τρισμακάριον, οὕτω δ' εὐσεβῆ καὶ πανευδαίμονα, ὡς μετὰ πάσης μὲν ῥᾳστώνης πλειόνων ἢ οἱ ἔμπροσθεν κατασχεῖν ἐθνῶν, ἄλυπον δὲ τὴν ἀρχὴν εἰς αὐτὴν καταλῆξαι τελευτήν. Περσῶν μὲν δὴ Κῦρον παλαιὸς ἀνυμνεῖ λόγος περιφανῆ ἀποφανθῆναι τῶν πώποτε. ἀλλ' ἐπεὶ μὴ ταῦτα τέλος δ' ἐχρῆν μακροῦ βίου σκοπεῖν, φασὶν αὐτὸν οὐκ αἴσιον αἰσχρὸν δὲ καὶ ἐπονείδιστον ὑπὸ γυναικὸς θάνατον ὑποστῆναι. Μακεδόνων δ' Ἀλέξανδρον Ἑλλήνων ᾄδουσι παῖδες μυρία μὲν παντοίων ἐθνῶν γένη καταστρέψασθαι, θᾶττον δ' ἢ συντελέσαι εἰς ἄνδρας ὠκύ1.7.2 μορον ἀποβῆναι, κώμοις ἀποληφθέντα καὶ μέθαις. δύο μὲν οὗτος πρὸς τοῖς τριάκοντα τὴν πᾶσαν ζωὴν ἐνιαυτοῖς ἐπλήρου, τούτων δὲ τὴν τρίτην αὖ πλέον ὁ τῆς βασιλείας περιώριζε χρόνος, ἐχώρει δὲ δι' αἱμάτων ἀνὴρ σκηπτοῦ δίκην, ἀφειδῶς ἔθνη καὶ πόλεις ὅλας ἡβηδὸν ἐξανδραποδιζόμενος. ἄρτι δὲ μικρὸν ἀνθούσης αὐτῷ τῆς ὥρας καὶ τὰ παιδικὰ πενθοῦντι δεινῶς τὸ χρεὼν ἐπιστὰν ἄτεκνον ἄρριζον ἀνέστιον ἐπ' ἀλλοδαπῆς καὶ πολεμίας αὐτόν, ὡς ἂν μὴ εἰς μακρὸν λυμαίνοιτο τὸ θνητὸν γένος, ἠφάνιζεν. αὐτίκα δ' ἡ βασιλεία κατετέμνετο, τῶν θεραπόντων ἑκάστου μοῖράν τινα παρασπῶντος καὶ διαρπάζοντος ἑαυτῷ. ἀλλ' ὁ μὲν ἐπὶ τοιούτοις ἀνυμνεῖται 1.8.1 χοροῖς, ὁ δ' ἡμέτερος βασιλεὺς ἐξ ἐκείνου μὲν ἤρχετο, ἐξ οὗπερ ὁ Μακεδὼν ἐτελεύτα, ἐδιπλασίαζε δὲ τῷ χρόνῳ τὴν ἐκείνου ζωήν, τριπλάσιον δ' ἐποι1.8.2 εῖτο τῆς βασιλείας τὸ μῆκος. ἡμέροις γέ τοι καὶ σώφροσι θεοσεβείας παραγγέλμασι τὸν αὐτοῦ φραξάμενος στρατόν, ἐπῆλθε μὲν τὴν Βρεττανῶν καὶ τοὺς ἐν αὐτῷ οἰκοῦντας ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον περιοριζομένῳ, τό τε Σκυθικὸν ἐπηγάγετο πᾶν, ὑπ' αὐτῇ ἄρκτῳ μυρίοις βαρβάρων ἐξαλλάτ1.8.3 τουσι γένεσι τεμνόμενον, ἤδη δὲ καὶ μεσημβρίας ἐπ' ἔσχατα τὴν ἀρχὴν ἐκτείνας εἰς αὐτοὺς Βλέμμυάς τε καὶ Αἰθίοπας, οὐδὲ τῶν πρὸς ἀνίσχοντα 1.8.4 ἥλιον ἀλλοτρίαν ἐποιεῖτο τὴν κτῆσιν, ἐπ' αὐτὰ δὲ τὰ τῆς ὅλης οἰκουμένης τέρματα, Ἰνδῶν μέχρι τῶν ἐξωτάτω τῶν τε ἐν κύκλῳ περιοίκων τοῦ παντὸς τῆς γῆς τῷ βίῳ στοιχείου, φωτὸς εὐσεβείας ἀκτῖσιν ἐκλάμπων, ἅπαντας εἶχεν ὑπηκόους, τοπάρχας ἐθνάρχας σατράπας βασιλέας παντοίων βαρβάρων ἐθνῶν ἐθελοντὶ ἀσπαζομένους καὶ χαίροντας τοῖς τε παρ' αὐτῶν ξενίοις τε καὶ δώροις διαπρεσβευομένους καὶ τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν περὶ πλείστου ποιουμένους, ὥστε καὶ γραφαῖς εἰκόνων αὐτὸν παρ' αὐτοῖς τιμᾶν ἀνδριάντων τε ἀναθήμασι, μόνον τε αὐτοκρατόρων παρὰ τοῖς πᾶσι Κωνσταντῖνον γνωρίζεσθαί τε καὶ βοᾶσθαι. ὁ δὲ καὶ μέχρι τῶν τῇδε βασιλικοῖς προσφωνήμασι τὸν ἑαυτοῦ θεὸν ἀνεκήρυττε σὺν παρρησίᾳ τῇ πάσῃ. 1.9.1 Εἶτ' οὐ λόγοις μὲν τοῦτ' ἔπραττεν ἀφυστέρει δὲ τοῖς ἔργοις, διὰ πάσης δὲ χωρῶν ἀρετῆς παντοίοις εὐσεβείας καρποῖς ἐνηβρύνετο,