1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

8

μὴ δυνάμενοι φανῆναι. Πῶς ὁ Πέτρος παρὰ τῷ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπωλίσσῃ γυναικί, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παρρησίαν. Ἀλλ' ὕστερον πάντα ὁμαλὰ ἐγένετο αὐτοῖς. Οὕτω καὶ νῦν μὴ ἀθυμήσῃς. Ἤκουσα γὰρ κἀγὼ περὶ τοῦ λήρου ἐκείνου τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ, ὅτε ἔθλιψε τοὺς ἀδελφοὺς καὶ τὰς παρθένους μὴ θέλοντας αὐτῷ κοινωνῆσαι. Πολλοὶ δὲ αὐτῶν δι' ἐμὲ καὶ ἐν φυλακῇ ἀπέθανον. Ὁ γὰρ προβατόσχημος ἐκεῖνος λύκος, ὁ σχῆμα μὲν ἔχων ἐπισκόπου, μοιχὸς δὲ ὑπάρχων-ὡς γὰρ ἡ γυνὴ μοιχαλὶς χρηματίζει ἡ ζῶντος τοῦ ἀνδρὸς ἑτέρῳ συναφθεῖσα οὕτω καὶ οὗτος μοιχός ἐστιν-οὐ σαρκός, ἀλλὰ πνεύματος· ζῶντος γὰρ ἐμοῦ ἥρπασέ μου τὸν θρόνον τῆς ἐκκλησίας. Καὶ ταῦτά σοι ἀπέστειλα ἀπὸ Κουκουσοῦ, ὅπου ἐκέλευσεν ἡμᾶς ἡ βασίλισσα ἐξορισθῆναι. Πολλαὶ δὲ θλίψεις κατὰ τὴν ὁδὸν συνέβησαν ἡμῖν, ἀλλ' οὐδενὸς ἐφροντίσαμεν. Ὅτε δὲ ἤλθομεν ἐν τῇ χώρᾳ τῶν Καππαδόκων καὶ ἐν τῇ Ταυροκιλικίᾳ, χοροί, χοροὶ ἡμῖν ὑπήντων πατέρων, ἁγίων ἀνδρῶν, οὐ μὴν ἀλλὰ καὶ πλήθη μοναζόντων καὶ παρθένων τὰς ἀθανάτους πηγὰς τῶν δακρύων ἐκχέοντες. Καὶ ἔκλαιον θεωροῦντες ἡμᾶς ἐν τῇ ἐξορίᾳ ἀπερχομένους καὶ ἔλεγον πρὸς ἑαυτούς· συνέφερεν, ἵνα ὁ ἥλιος συνέστειλε τὰς ἀκτῖνας αὑτοῦ ἢ ἵνα τὸ στόμα Ἰωάννου ἐσιώπησε. Ταῦτά με ἐθορύβησε καὶ ἔθλιψεν, ἐπειδὴ ἔβλεπον πάντας κλαίοντας περὶ ἐμοῦ. Ἐπὶ τῶν ἄλλων πάντων, ὅσα ἂν συνέβη μοι, φροντίδα οὐκ ἐποίησα. Πάνυ δὲ ἡμᾶς ἐδεξιώσατο ὁ ἐπίσκοπος τῆς πόλεως ταύτης καὶ πολλὴν ἀγάπην ἔδειξεν εἰς ἡμᾶς, ὥστε, εἰ δυνατόν, καὶ τὸν θρόνον αὑτοῦ παρεχώρησεν ἡμῖν, εἰ μὴ τὸν ὅρον ἐφυλάττομεν. ∆έομαι καὶ ἀντιβολῶ καὶ τῶν γονάτων ἅπτομαι τῶν σῶν. Ἀπόρριψον τὸ πένθος τῆς ἀθυμίας σου καὶ ὑπὲρ ἡμῶν μνείαν ἔχε πρὸς τὸν Θεόν. Καὶ ἀντιγράψαι ἡμῖν παρακλήθητι.

Τοῦ αὐτοῦ πρὸς Κυριακὸν ἐπίσκοπον ἐν ἐξορίᾳ ὄντα καὶ αὐτὸν

Φέρε δὴ ἀπαντλήσω σου τῆς ἀθυμίας τὸ ἕλκος καὶ διασκεδάσω σου τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνιστῶντας. Τί γάρ ἐστιν ὃ λυπεῖ καὶ ἀδημονεῖς; ∆ιότι χαλεπὸς ὁ χειμὼν καὶ δεινὸν τὸ ναυάγιον τὸ τὰς ἐκκλησίας καταλαβόν; Τοῦτο οἶδα κἀγώ. Ἀλλ', εἰ βούλει, εἰκόνα ἀναπλάττω σοι τῶν γινομένων, ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν. Θάλατταν ὁρῶ ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας, ἑτέρους ὑποβρυχίους γενομένους, τὰς σανίδας τῶν πλοίων διαλυομένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας· ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν στρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, θρηνοῦντας, ὀλολύζοντας, ὀλοφυρομένους· οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες καὶ οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα. Μᾶλλον δὲ μέχρι τίνος διώκομεν ἀκίχητα; Οἵαν γὰρ ζητήσεις τῶν παρόντων κακῶν εἰκόνα ἡττώμενος ὁ λόγος ἀναχωρεῖ. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς οὐκ ἀπογιγνώσκω τῆς χρηστοτέρας ἐλπίδος, τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην.

Εἰ δὲ μὴ ἐκ προοιμίων μηδὲ εὐθέως, ἔθος αὐτῷ τοιοῦτον μὴ ἐν ἀρχῇ τὰ δεινὰ καταλύειν, ἀλλ', ὅταν αὐξηθῇ καὶ πρὸς τὸ τέλος ἔλθῃ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ, τότε θαυματουργεῖ καὶ παραδοξοποιεῖ τήν τε οἰκείαν ἐνδεικνύμενος