8
θαπτόμενον, τὸν κλύσαντα μὲν τὴν ἁμαρτίαν τῷ ἐκ πλευρᾶς αὐτοῦ ῥεύσαντι μεθ' ὕδατος αἵματι, τῷ δὲ τοῦ σταυροῦ ξύλῳ τὸ γένος ἡμῶν ἅπαν διασώσαντα, καὶ κοινοῦ βίου, καὶ νέας πολιτείας καθηγεμόνα γενόμενον. Ἀβραὰμ ὁ μέγας πατριάρχης τὸν Ἰσαὰκ ἀνάγων πρὸς ὁλοκαύτωσιν, τὸν ἐξ ἐπαγγελίας, καὶ εἰς ὃν αἱ ἐπαγγελίαι, τὴν τοῦ δεσπότου σφαγὴν σαφῶς προκατήγγειλεν. Αὐτὸς μὲν γὰρ ὁ Ἰσαὰκ ζῶν τῷ πατρὶ πρὸς Θεοῦ χαρίζεται· ἀμνὸς δὲ τῶν κεράτων ἐν φυτῷ Σαβὲκ κατεχόμενος ἐγένετο σφάγιον· καὶ γίνεται τοῦ διπλοῦν, τοῦ κριοῦ τε καὶ τοῦ Ἰσαὰκ μυστήριον, τύπος ἀληθὴς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. ∆ιπλοῦς γὰρ οὗτος καὶ σύνθετος, Θεός τε καὶ ἄνθρωπος ὢν ὁ αὐτὸς, καθὸ μὲν φύσει Υἱὸς Θεοῦ καὶ Θεὸς, ἐν ἀπαθείᾳ μεμένηκε· καθὸ δὲ αὐτὸς ἄνθρωπος ὑπὲρ ἄνθρωπον γενόμενος, ὑπὲρ τοῦ κόσμου ἑαυτὸν ἱερεῖον ἄμωμον ἐν φυτῷ Σαβὲκ τῷ πατρὶ προσήγαγεν, ἤτοι ἐν ξύλῳ ἀφέσεως. Σαβὲκ γὰρ ἄφεσις ἑρμηνεύεται. Τί βούλεται τὰ τρία μέτρα τῆς σεμιδάλεως ἐγκρυφίας γενόμενος; οὐ σαφῶς τὴν τριήμερον τοῦ ἄρτου τῆς ζωῆς ταφὴν ὑπαινίττεται; Τί δὲ ὁ λάκκος τοῦ Ἰωσὴφ πρότερον, καὶ ἡ φρουρὰ ὕστερον; οὐ τάφον, καὶ τὴν ἐπὶ τούτῳ φρουρὰν ἐμφαίνει τρανότατα; Ἔθεντο γάρ με, φησὶν, ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκῖᾳ θανάτου. Τί δὲ Μωσῆς ὁ θεόπτης καὶ νομοθέτης; οὐκ ἐν τῇ θίβῃ κρυπτόμενος, ἔκδοτος πρὸς θάνατον δίδοται, καὶ πρὸς τῆς βασιλίδος ἀναλαμβάνεται; Οὕτω 96.625 καὶ ὁ Χριστὸς ἐν τάφῳ καλύπτεται, νεκρούμενος μὲν σωματικῶς, πρὸς δὲ τῆς οἰκείας θεότητος τῆς βασιλευούσης πάσης τῆς κτίσεως πρὸς ζωὴν αὖθις ἀνάγεται. Οὐκ αὐτὸς δὲ πάλιν Μωσῆς ῥάβδῳ παίει τὴν θάλασσαν, καὶ τῷ διπλῷ τῆς πληγῆς, τῷ ὀρθίῳ καὶ ἐγκαρσίῳ τοῦ σταυροῦ μηνύει τὸ πρόσχημα, καὶ πρὸς τὸν βυθὸν κάτεισι, τὴν πρὸς τὸν ᾅδην δεικνὺς τοῦ Σωτῆρος κατάβασιν, καὶ θανατοῖ Φαραὼ τὸν διώκοντα, καὶ σώζει τὸν Ἰσραήλ; Ἐπεὶ καὶ ὁ Χριστὸς ἐθανάτωσε μὲν τὸν θάνατον, σώζει δὲ πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Ταῖς δὲ τῶν χειρῶν ἐκτάσεσι, τρέπων μὲν τὸν Ἀμαλὴκ, τροπαιοφόρον δὲ τὸν Ἰσραὴλ ἐργαζόμενος, τὸ αὐτὸ προεμφαίνει τοῦ Σωτῆρος μυστήριον. Ἐξίστησί μου τὸν νοῦν καὶ τὸ τοῦ μάννα παράδοξον. Ὥσπερ γὰρ τῇ ἑσπέρᾳ τοῦ Σαββάτου μόνον ἐκρύπτετο οὕτως Ἰησοῦς ὁ ἐμὸς Θεὸς, καὶ δι' ἐμὲ ἄνθρωπος, ὅλως γλυκασμὸς, καὶ ὅλως ἐπιθυμία, ἐν τῷ τέλει τῆς Παρασκευῆς τῷ τάφῳ καλύπτεται. Ἰωνᾶν δὲ, οὐκ αὐτὸς ὁ Κύριος ἑαυτοῦ προηγόρευσε τύπον; Ὥσπερ γὰρ, φησὶν, Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως δεῖ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας. κϛʹ. Ἀλλ' ἐρεῖ τις· Εἰ τῇ Παρασκευῇ τὸν ἑκούσιον ὑπομεμένηκε θάνατον, ἀνεβίω τε τῇ μιᾷ τῶν Σαββάτων, πῶς σωθήσεται τὸ τρεῖς νύκτας τῇ καρδία ἐνδιατρίψαι τῆς γῆς; Ἀλλὰ γὰρ οὑτωσὶ πρὸς ἡμᾶς φησιν ὁ θεῖος Μωσῆς, ὡς Ὁ Θεὸς, τὸ μὲν φῶς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσε νύκτα. Ἀναρτηθέντος τοίνυν τοῦ Κυρίου ἐν τῷ ἀχράντῳ σταυρῷ, σκότος ἐφ' ὅλην τὴν οἰκουμένην ἐγένετο, οὐ νέφους ἐπιπροσθοῦντος, καὶ τὴν ἡλιακὴν ἀκτῖνα καλύπτοντος, οὐ τοῦ σεληνιακοῦ τειχίζοντος σώματος, ὥσπερ τινὸς διαφράγματος, καὶ τὴν αἴγλην ὡς ἡμᾶς φθάνειν μὴ συγχωροῦντος· οὕτω γὰρ τὰς ἡλιακὰς ἐκλείψεις οἱ περὶ ταῦτα δεινοὶ φάσκουσι γίγνεσθαι· ἀλλὰ σκότους ἁπάσης κατασχεθείσης τῆς γῆς, τοῦ ψηλαφήτου τῆς Αἰγυπτίων πληγῆς λίαν ἀμαυροτέρου. Αὕτη γὰρ ἡ πηγάζουσα τοῦ ἡλιακοῦ σώματος φωτιστικὴ ἐξέλιπε δύναμις. Ἔδει γὰρ τὸν τοῦ ∆ημιουργοῦ σωματικὸν θάνατον πᾶσαν πενθῆσαι τὴν κτίσιν. ∆ιὸ καὶ ὁ προφήτης φησί· ∆ύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς. Καὶ ἕτερος αὖθις· Ἐν ἐκείνῃ τῇ ἡμέρα οὐκ ἔσται φῶς. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Ἐν τῷ σκότει τοίνυν τούτῳ, ἡ θεία καὶ παναγία τοῦ Κυρίου 96.628 ψυχὴ τοῦ ἱεροῦ καὶ