1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

8

Χριστὸς ἐν Καπερναούμ, ἐδόκει ἕως οὐρανοῦ ὑψοῦσθαι, ἥτις διὰ ἀπιστίαν πτῶμα πεσοῦσα ἐξαίσιον ἕως ᾅδου ἔφθασεν. εἰ δέ τις εἴποι· καὶ διὰ τί οὐ γέγονε τὰ σημεῖα ἐν Σοδόμοις, ἐροῦμεν, ὅτι ἑκάστῳ καιρῷ πρόσφορον ὁ Χριστὸς ᾠκονόμησεν· ὅτε ἔδει, ἐσαρκώθη ὁ λόγος καὶ ἐποίησε τὰ σημεῖα, πλὴν ἑκάστῃ γενεᾷ κατὰ ἀναλογίαν δίδωσι τὰς εὐθύνας. καὶ οἱ Τύριοι δὲ καὶ οἱ Σιδώνιοι τὸν φυσικὸν μόνον παρέβησαν νόμον, Ἰουδαῖοι δὲ ἀπειθήσαντες τῷ Χριστῷ καὶ τὸν Μωσέως νόμον καὶ τοὺς προφήτας. λέγει δὲ αὐτὰ ἴσως καὶ ἐπιτατικώτερον, ὡς ἐν παραθέσει μείζονα τὴν κακίαν αὐτῶν δεῖξαι βουλόμενος· ἢ γὰρ ἂν καὶ ἐγένετο ἐν Τύρῳ καὶ Σιδῶνι, Σοδόμοις τε καὶ Γομόρροις, εἰ καὶ μὴ ταῦτα, ἀλλ' οὖν γε ἕτερα, εἴπερ δὴ μεταβολὴν ὁ τόπος ἐδέχετο. ἀλλ' ὅπερ ἔφην, ἐπιτείνει τὴν σύγκρισιν εἰς μείζονα ἔνδειξιν τῆς τούτων κακίας. Πολλὰ σημεῖα ἐποίησεν ὁ Χριστὸς ἐν τῇ πόλει Καπερναοὺμ καὶ διὰ τοῦτο ἐχρῆν μᾶλλον πιστεύειν τοὺς ἐν αὐτῇ οἰκοῦντας. διὰ γοῦν τὰ θαύματα ὑψοῦσθαί φησι μέχρις οὐρανοῦ ταύτην, διὰ δὲ τὴν ἁμαρτίαν καὶ ἀπιστίαν τῶν ἐν αὐτῇ πτῶμα ἐξαίσιον γέγονεν ἕως ᾅδου. 80 Mt 11, 25 Σοφοὺς ὧδε τοὺς Ἰουδαίους καλεῖ ἢ ὅτι ἐμπιστευθέντες ἦσαν τὰ τοῦ θεοῦ λόγια ἢ ὅτι κακοῦργοι ἦσαν καὶ σοφοὶ τοῦ κακοποιῆσαι, νηπίους δὲ τοὺς ἀποστόλους. ἦ σοφοὺς μὲν τοὺς γραμματεῖς καὶ Φαρισαίους οὐ τὴν ὄντως σοφίαν ἔχοντας, ἀλλὰ τὴν δοκοῦσαν ἀπὸ δεινότητος λόγων, νηπίους δὲ τοὺς ἁλιεῖς τοὺς ἀφελεῖς ἐν κακίᾳ. ἐν ᾧ οὖν τοῖς ἀφελέσι γνωρίζεται, δείκνυται ἡ τοῦ θεοῦ χάρις. πλὴν οὐχ ὡς χαίρων τοῦτο λέγει ὁ Χριστός, ἀλλ' ὅτι ὁδὸς ἀρίστη ἐστὶν τὸ μὴ γνῶναι τῶν θείων λόγων τὴν δύναμιν τοὺς πονηρούς, ἵνα μὴ μετὰ τὴν γνῶσιν διαπτύσαντες εἰς μείζονα ἐμπέσωσιν κόλασιν. εἰ καὶ τὰ μάλιστα καὶ αὐτὸς ὁ Χριστὸς τοῦτο ἐποίησεν, ἀλλ' οὖν δι' ὧν εὐχαριστεῖ ἐφ' οἷς ἐποίησεν ὁ πατήρ, δείκνυσιν ἀμφοτέρων μίαν οὖσαν τὴν βουλὴν καὶ τὴν περὶ ἡμᾶς ἀγάπην εὐχαριστῶν ἐφ' οἷς εὐεργετούμεθα. 81 Mt 11, 28-29 Κοπιῶντας λέγει τοὺς τὸ ἄχθος τῶν ἁμαρτημάτων ἔχοντας ἐν τῇ ψυχῇ, ζυγὸν δὲ τὸν ἐνάρετον λέγει βίον, δι' οὗ τις μιμεῖται Χριστὸν ἐν πραότητι καὶ ταπεινοφροσύνῃ. 82 Mt 11, 30 Ὁ τοῦ Χριστοῦ ζυγὸς ἐλαφρός ἐστι καὶ εὔκολος, εἰ καὶ βαρὺς εἶναι δοκεῖ τοῖς διὰ πλεονεξίαν τὸ βάρος τῶν ἁμαρτημάτων ὑποφέρουσιν ὡς κουφότατον. 83 Mt 11, 30 Χρηστὸς ὁ ζυγός, ἐπειδὴ μή ἐστιν κολαστὴς ὡς ὁ νόμος· ἐλαφρὸν δὲ τὸ φορτίον, ἐπειδὴ καὶ ἐν ἁπλοῖς ἐγχειρήμασι καὶ εὐκόλοις ὁ τῆς ἀρετῆς ὑπογραμμός.

84 col1 Mt 12, 1-8 Νοήσεις καὶ οὕτως τὸ γνῶναι θεὸν ἀναγκαιότερον τῆς τοῦ

σαββάτου ἀργίας, ἥτις διὰ τοῦτο ἐδόθη τοῖς Ἰουδαίοις τραπεῖσιν εἰς εἰδω λολατρείας ἐν Αἰγύπτῳ πρὸς τὸ μὴ λέγειν ἀγένητον τὸν κόσμον καὶ ἀπρονόητον, ἀλλ' ὅτι καὶ θεός ἐστιν προνοητὴς καὶ αὐτός ἐστιν ὁ ἓξ ἡμέραις ποιήσας τὸν κόσμον καὶ τῇ ζʹ καταπαύσας, ὅπερ αὐτοὺς ὑπομιμνῄσκων ὡς θεὸς προσέταξεν ἀργεῖν τὸ σάββατον, ὃ περιττὸν λοιπόν ἐστι μετὰ τὸ γνωσθῆναι πᾶσιν, ὅτι θεὸς ποιητής ἐστι τῶν ὅλων· εἰ γὰρ εἶχέν τι χρήσιμον ὁ λόγος, οὐ μόνοις ἀνθρώποις τοῦτο ἐπῆγε ποιεῖν, ἀλλὰ καὶ ἡλίῳ καὶ σελήνῃ, καὶ αὐτὸς δὲ οὐκ εἰργάζετο ἐν σαββάτῳ τὰς εἰς ἡμᾶς εὐεργεσίας, ἀλλὰ καὶ ἀπὸ καταβολῆς κόσμου ἐδίδοτο αὕτη τοῖς ἀνθρώποις ἡ ἐντολή. Κρεῖττόν ἐστι τὸ γνῶναι θεὸν καὶ ἀναγκαιότερον τῆς τοῦ σαββάτου ἀργίας· εἰ γὰρ ἦν ἀναγκαῖον ἢ χρήσιμον τὸ ἐν τοῖς σάββασιν ἀργεῖν καὶ μηδέν τι ἐργάζεσθαι, οὐκ ἂν ὁ θεὸς ἐν τοῖς σάββασιν εἰργάζετο τὰς πρὸς τοὺς ἀνθρώπους εὐεργεσίας. 85 col1 Mt 12, 18-21 Τὸ πρᾶον ὁ πατὴρ διὰ τούτων ἐξαγγέλλει· κάλαμον δέ, ἐπειδὴ ἀσθενεῖς ἦσαν ὡς κάλαμος συντετριμμένος καὶ ὡς λίνον καπνιζόμενον ἐγγὺς ὂν τοῦ σβεσθῆναι. οὐκ ἀντέλεγεν αὐτοῖς ἐπὶ πολύ, ἀλλ' ὑπεχώρει, ἵνα μὴ ὁλοτελῶς ἀπόλωνται διὰ τὴν ἄγαν ἀσθένειαν. τὸ δὲ ἕως ἂν ἐκβάλῃ ἠνέσχετο αὐτῶν, ἕως πληρώσῃ τὸν τῆς οἰκονομίας σκοπόν· τοῦτο γάρ ἐστιν εἰς τέλος ἐκβαλεῖν τὴν κρίσιν, μεθ' ἣν τὰ ἔθνη