82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ ἐπιθυμίαν ἄλογον πληροῖ πρὸς τὸ δεῖξαι τὴν δύναμιν· οὐδὲ γὰρ αὔξιμον τοῖς τοιούτοις ἐπιδαψι λεύεσθαι τὰς χάριτας οἳ μὴ ταῖς δοθείσαις ἱκαναῖς οὔσαις ἀρκοῦνται. ἐξ οὐρανοῦ δὲ σημεῖον αἰτοῦσιν οἷον τροφὰς ὧσπερ ἐπὶ τῶν πατέρων ἢ στάσιν στοιχείων ὡς ἐπὶ τοῦ Ἰη σοῦ τοῦ Ναυῆ. εἰπὼν δὲ αὐτοὺς γενεὰν πονηρὰν καὶ μοιχαλίδα καταλείπει ὡς νυμφίος τὴν γενο μένην πόρνην πόλιν πιστὴν Σιὼν τὴν Ἰουδαίων συναγωγήν. Οὔτε ἰατρὸς ἄκαιρον ἐπιθυ μίαν δίδωσι τοῖς νοσοῦσιν ὡς λύου σαν αὐτῶν τὴν νόσον οὔτε τὴν ἡδο νὴν αὐτῶν ἐμπίπλησι βρωμάτων βλαβερῶν, ὡσαύτως καὶ ὁ σωτὴρ ἐπιθυμίαν ἄλογον οὐ πληροῖ πρὸς τὸ δεῖξαι τὴν δύναμιν αὐτοῦ· πολλὰ γὰρ ἑωράκασιν ἐξ οὐρανοῦ ση μεῖα· «πνεῦμα καταβαῖνον ὡσεὶ πε ριστεράν », τοὺς οὐρανοὺς ἀνεῳγ μένους καὶ τὴν πατρικὴν «φωνὴν λέγουσαν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ». 83 Mt 16, 23 Οὐκ ἀπολογίαν δὲ τοῖς δρῶσιν τὸ πάθος διὰ τούτων παρέχει· οὐ γὰρ συνέπνει τῇ τοῦ θεοῦ βουλῇ τὸ Ἰουδαίων φρόνημα καὶ ἐπιβούλευμα οὐδὲ τότε ἔσπευδον, ὅπερ ᾠκονόμει θεός, ὥστε ἐκείνοις μὲν κατὰ γνώμην τὸ πραττόμενον ἀσέβημα ἦν, θεῷ δὲ καὶ σοφὸν οἰκονόμημα καὶ ἀνθρώ ποις σωτήριον εὐεργέτημα. 84 Mt 16, 27 Τὸ δὲ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ· τῇ δόξῃ φησὶ τοῦ θεοῦ, διότι καὶ ἄνθρωπος γενόμενος θεοῦ υἱός ἐστιν ὡς δηλοῖ παράλληλα τιθεὶς ἑκάτερα υἱὸν τοῦ ἀνθρώπου λέγων καὶ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ παρεσόμενον. προσβεβαιοῖ δὲ τὸ λεγόμενον τῷ καὶ μετὰ τῶν ἀγγέλων αὐτοῦ · θεοῦ γὰρ οἱ ἄγγελοι, ποιήματος δὲ οὐδενὸς οὐχ ὅπως ἀνθρώπου. διὰ τοῦτο γοῦν καὶ «κύριος τῶν δυνάμεων » ὄνομα θεῷ. ὄνομα δὲ τῆς ἰδιότητος γνώρισμα. τὸν δὲ τοιοῦτον ἐπιφανέντα φησὶν ἀποδώ σειν ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ . 85 Mt 17, 5 Πατὴρ υἱὸν μηνύων φαίνεται τῆς ἐκεῖθεν ἠχούσης φωνῆς οἷον ἐκτυ πούσης καὶ αὐτῆς τὴν ἄνωθεν ἐρχομένην παρὰ πάντας μαρτυρίαν· οὐ γὰρ ἐξάκουστον φωνὴν θεοῦ νομιστέον· οὐδὲ γὰρ αἰσθητὸν ἐξ ἀσωμάτου. καὶ ὥσπερ «οὐδεὶς ἑώρακεν θεὸν πώποτε », οὐδὲ ἀκήκοεν θεόν. τὸ δὲ ἀκούετε αὐτοῦ διαστολῆς ἔχει δύναμιν ἀναγκαίας· αὐτοῦ γάρ φησιν μᾶλλον ἢ Μωσέως εἰσηγησαμένων προφητῶν, ὅτι προελθεῖν ἤδη καιρὸς καὶ μετελθεῖν ἐκ τῆς εἰσαγωγῆς ἐπὶ τὴν τελειότητα, ἐκ τῶν τύπων ἐπὶ τὴν ἀλήθειαν· νόμου γὰρ εἰσαχθέντος διὰ τῆς ἄνωθεν ἐπιφανείας οὐχ οἷόν τε ἦν τὸ μεῖζον ἰσχῦσαι παρὰ ἀνθρώποις μὴ οὐχ ὑπὸ τῆς ἄνωθεν ἐπιφανείας εἰσηγμένον.
86 Mt 17, 22-23 Λέγει τοίνυν τὸ συμβησόμενον ἐν Ἰερουσαλὴμ οὔπω πλησιάζοντος οὐδὲ τοῦ χρόνου καθ' ὃν ἔδει παθεῖν, ἵνα καὶ τὴν πρόγνωσιν θείαν οὖσαν ἀνακαλύψῃ καὶ ὅτι ἑκουσίως πάσχειν ἔμελλεν, ἅτε μὴ ὑπ' ἀγνοίας ἀπιὼν ἔνθα πείσεσθαι ἔμελλεν. καὶ τοῖς μαθηταῖς δὲ πρὸς ὠφελείας ἐγίνετο πρὸς τὸ μὴ ταράσσεσθαι ὡς ἀνθρώπων ἰσχυσάντων κατ' αὐτοῦ. 87 Mt 17, 24 Νομικὸν ἦν τοῦτο τέλος τῶν διδράχμων διὰ Μωυσέως ὁρισθὲν λέγοντος· «δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς τῆς ἑαυτοῦ κυρίῳ, τὸ ἥμισυ τοῦ διδράχμου ». ταῦτα δὴ συνέλεγον οἱ Ἰουδαῖοι παρὰ πάντων καὶ ἐδίδοτο τὸ δίδραχμον δύο ψυχῶν λύτρωσις κατὰ τὸν νόμον οὔτε τοῦ πλουτοῦντος προστιθέντος ᾧ ὁ νόμος εἴρηκεν οὔτε τοῦ πενομένου ἐλαττοῦν τος «ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου ». ὅ ἐστιν, φησίν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον, οὐδὲν ἕτερον αἰνιττομένου τοῦ πράγματος ἢ τὸ λύτρον τὸ ἀλη θινόν, ἐπείπερ ἐσκιαγραφεῖτο πάντα εἰς τοῦτο. τὸ δὲ λύτρον τὸ ἀληθινὸν ὁ κύριος ἦν δυνάμει τὸν πατέρα ἔχων ἐν ἑαυτῷ, καθὸ χαρακτήρ ἐστι θεϊκός, οὗ δὴ σύμβολον τὸ δίδοσθαι τὸ δίδραχμον, καίτοι δραχμῆς οὔσης τῆς λυτρουμένης καὶ μὴ πλέον τοῦ
9