9
λέ γει, οὐ τὸν εὐήθη, ἀλλὰ τὸν μὴ ἔχοντα κακίαν· ἀμφό τερα γὰρ σημαίνει τὸ ὄνομα. Ὅταν μὲν γὰρ λέγῃ περὶ τῶν αἱρετικῶν, ὅτι ∆ιὰ τῆς χρηστολογίας ἐξ απατῶσι τὰς καρδίας τῶν ἀκάκων, ἀκάκους καλεῖ τοὺς εὐήθεις, τοὺς βραδεῖς τὴν νόησιν· ὅταν δὲ λέγῃ· Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, τοὺς δικαίους σημαίνει· καθάπερ οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἐκ τίλλει μὲν τὸν φαῦλον ὁ Κύριος, φυτεύει δὲ ἀντ' ἐκεί νου τὸν ἄκακον· ἐκεῖνον μὲν γὰρ τιμωρεῖται. Εἰ δέ τις εἴη εὐσεβὴς, καὶ τῆς καθ' ἑτέρων κακίας ἀπέχε ται, εἰ καὶ ἐν ἐσχάτοις ἐξετασθείη, πλείστης γοῦν αὐτῷ τῆς οἰκείας προνοίας μεταδίδωσι. Στ. κα. Πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. Ἀ ληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χεί λη αὐτῶν ἐξομολογήσεως. ∆ιδύμου. Ἀληθινός ἐστιν ἐκεῖνος, ὁ μὴ ὑποκρινόμε νος μηδὲ ἐπιμορφιζόμενος τὴν ἀρετὴν, ὁ μὴ σχηματι ζόμενος σωφροσύνην, ἀλλὰ σώφρων ὢν, τὸ δίκαιον δι καίως διώκων. Τούτων οὖν τῶν ἀληθινῶν τὸ στόμα ἐμ πλήσει ὁ Θεὸς γέλωτος, τουτέστιν ἀγαλλιάσεως. Ἀντὶ δὲ, τῆς ἐξομολογήσεως, ἀλαλαγμοῦ εἶπον οἱ ἄλλοι.
ΚΕΦ. Θʹ, στ. εʹ. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδα σιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ.
∆ιδύμου. Οἶδα καὶ ἄλλα ὄρη, Μωϋσέα καὶ τοὺς προφήτας, Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Χριστὸς παλαιοῖ τὴν πρώτην ∆ιαθήκην, καὶ οὐκ οἴδα σιν Ἰουδαῖοι, πρὸς οὓς εἴρηται· Εἰ ἐπιστεύετε Μωϋ 39.1144 σῇ, ἐπιστεύετε ἂν ἐμοί. Ὁ αὐτὸς δὲ καὶ κατέστρεψε τὰ μέχρι γράμματος ὄρη τῆς Ἰερουσαλὴμ καὶ τὸ ἁγίασμα· ὁ αὐτὸς δὲ καὶ τὸν ἥλιον ἀμαυροῖ τῇ ἑαυτοῦ λαμπρότητι, καὶ τοὺς ἀστέρας. Βαβαί! Οἷα λέγει ἄνθρωπος νοσῶν καὶ ἑλκωμένος, ὄστρακον ἔχων, καὶ τὸν ἰχῶρα ξέων, ἄνθρωπος ἐπὶ κοπρίας καθεζόμενος! Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασι. Τίνες οὖν εἰσιν οἱ λόγοι, ἴδωμεν· καὶ περὶ ποίων ὀρέων παλαιουμένων, καὶ ὑπὸ [ἴσ. ἐπὶ] τίνων, Καὶ οὐκ οἴδασιν. Ἦλθεν Ἰησοῦς ὁ καταστρέφων τὴν κατὰ τὸ γράμμα ἐκδοχὴν, καὶ τοὺς ταύτῃ μετὰ τὴν χάριν ἐμμένοντας, περὶ ὧν φησιν ὁ Ἀπόστολος· Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργή· τὰ πεπαλαιωμένα κατεστράφη, πεπαλαίωται τὰ τοῦ γράμματος, ἀνακεκαίνωται τὰ τοῦ πνεύματος, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ πα λαιότητι γράμματος. Παράδοξον ὁ Ἰησοῦς πεποίηκεν ἐλθὼν, τοὺς αὐτοὺς προφήτας καὶ πεπαλαίωκε, καὶ ἀνεκαίνισεν. Στ. ςʹ. Ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων· οἱ δὲ στύλοι αὐτῆς σαλεύονται. ∆ιδύμον. Κομψότερον δέ τινες· Οἱ στύλοι ἦσαν τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ οἱ ἀπόστολοι. Οὗτοι γὰρ παρὰ τὸν καιρὸν τοῦ πάθους Ἰησοῦ ἐσαλεύθησαν· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Σεισμοὶ δὲ πολλάκις γεγόνασιν ἐπὶ τῆς γῆς· ἀλλ' οἱ γενόμενοι σεισμοὶ, καὶ πρὸ Χριστοῦ, καὶ μετὰ Χριστὸν, ἐκ μέρους γεγόνασιν· ἐπὶ δὲ τοῦ Κυ ρίου μου Ἰησοῦ Χριστοῦ οὐ γέγονε μερικὸς [γρ. μι κρὸς] ὁ σεισμὸς, ἀλλ' ὅλη ἡ γῆ ἐσείσθη ἐξ αὐτοῦ τοῦ κέντρου. Στ. ζʹ. Κατὰ δὲ ἄστρων κατασφραγίζει. ∆ιδύμου. Φέρεται δὲ, ὅτι κατὰ τὸν καιρὸν τοῦ πά θους, ἐν ταῖς τρισὶν ὥραις ἐν αἷς ὁ ἥλιος ἐξέλιπε, τηνικαῦτα καὶ ἀστέρες ἐφάνησαν, ὡς ἐν νυκτί. Στ. ιγʹ. Ὑπ' αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. ∆ιδύμου. Πρὸς μὲν τὸ ῥητόν· Καὶ τὰ κήτη ἀν υπότακτα ἦν ἀνθρώποις, καὶ τὰ ἄλλα ἰοβόλα θηρία, εἰ μὴ αὐτὸς ταῦτα ὑπέταξε. Πρὸς δὲ θεωρίαν· Τὰ πονηρὰ πνεύματα, τὰ κήτη ἀλληγορικῶς καλούμενα, διὰ τὸ περὶ τοὺς κλύδωνας τῆς ψυχῆς διανήχεσθαι, αὐτὸς ἔκαμψε, καὶ ἐταπείνωσεν. Οὐ γὰρ οἵα τέ ἐστιν ἀνθρωπεία φύσις· πρὸς αὐτὰ μὴ καμφθέντα ὑπὸ Θεοῦ [ἴσ. add. ἀντιστῆναι]. Στ. κζʹ. Ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω, σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γὰρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις. ∆ιδύμου. Ἡ μετριότης τοῦ ἁγίου ἐν τούτοις γνωρίζεται, καὶ μεγάλη εὐγνωμοσύνη. Εἰ γὰρ καὶ εἶπεν, ὅτι ∆ίκαιος ἀναφανοῦμαι, ἀλλ' οὖν οἶδε καὶ πέπεισται, ὅτι ὡς πρὸς Θεὸν δοκιμαστὴν ἄστρα κα θαρὰ οὐκ ἔστιν ἐνώπιον αὐτοῦ,