9
βʹ. Παραθετέον δὲ τὰ περὶ αὐτοῦ ἐν Βασιλείαις ἱστορούμενα ἐν τούτοις· «Καὶ ὁ βασιλεὺς Σολομῶν ἦν φιλογύνης· καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλάς· καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, καὶ Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, καὶ Ἀμοῤ 22.904 ῥαίας, ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν Κύριος ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε εἰς αὐτούς.» Οἷς ἐπιφέρει· «Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία ∆αβὶδ τοῦ Πατρὸς αὐτοῦ.» Καὶ μετὰ βραχύ· «Τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ ἐν τῷ ὄρει ἐπὶ πρόσωπον Ἱερουσαλήμ· καὶ τῷ Μολχὼν εἰδώλῳ υἱῶν Ἀμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν· καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραήλ.» Εἰ δὲ τὰ τοιαῦτα τοῦ Σολομῶνος κατηγορεῖται, πῶς οὖν ἐφαρμόσεις αὐτῷ τὰ τοῦ ὅρκου, ἐφ' ᾧ εἴρηται πρὸς τοῖς ἄλλοις καὶ τό· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιτο δ' ἂν ἐπὶ τὸν ἐκ σπέρματος ∆αβὶδ ἥξειν θεσπιζόμενον Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος ∆αβὶδ ἀνέστη.
ςʹ. ∆ιὰ τί μετὰ τὸν ∆αβὶδ οὐκ ἐπὶ τοὺς ἑξῆς διαδό χους τοῦ γένους
κατάγει, ἀνατρέχει δὲ ἐπὶ τὸν Ἀβραὰμ, ἀλλ' οὐκ ἐπὶ τὸν Ἀδὰμ, οὐδ' ἐφ' ἕτερόν τινα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν.
Ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι
ἐδέδοντο χρησμοί· πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ, καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πατρῷα, Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντων, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομὴν σώματος, οὐδὲ διὰ φυλακὴν ἡμέρας σαββάτου, ἢ ἑορτῶν, νουμηνιῶν, οὐδέ γε δι' ἄλλης τινὸς παρὰ Μωϋσεῖ φερομένης ἐθελοθρησκείας, ἀλλὰ δι' ἐπιγνώσεως τοῦ ἐπὶ πάντων Θεοῦ, ἐπιφανείας δὲ τοῦ ὀφθέντος αὐτῷ Κυρίου οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος, διά τε σεμνοῦ καὶ ἐναρέτου βίου· τοῦτον δ' οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον, ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβῶν ὄντων καὶ τῆς ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας· ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ, ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν ∆αβίδ· δυοῖν γὰρ τούτων ἐπιφανῶν ἀνδρῶν πρώτων ἠξιωμένων τῆς τοῦ Θεοῦ ἐπαγγελίας περί τε τῆς τοῦ Χριστοῦ γενέσεως καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, χρῆναι δήπου τὸ μὲν περὶ τῆς γενέσεως τοῦ πάντων ἀνθρώπων Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας καταδεξαμένου· δεύτερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν· διόπερ ἡ βίβλος Ἰησοῦ Χριστοῦ πρώτῳ μὲν ἀνάκειται τῷ κατὰ σάρκα Ἰησοῦ Χριστοῦ προπάτορι, δεύτερον δὲ τῷ 22.905 κατὰ πνεῦμα Πατρὶ τῶν διὰ Χριστοῦ σωθησομένων· ἡγεῖτο γὰρ ὁ σώζων τῶν σωζομένων ἐθνῶν.
Ζʹ. ∆ιὰ τί τῆς Θάμαρ, οὐχὶ δὲ καὶ ἑτέρας ἐπ' ἀγαθοῖς κατορθώμασι μαρτυρουμένης γυναικὸς ἐμνη μόνευσεν ὁ Ματθαῖος.