1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

9

Ἀδύνατον δὲ δύο ὑποστάσεις μὴ διαφέρειν ἀλλήλων τοῖς συμβεβηκόσι καὶ ἀριθμῷ διαφέρειν ἀλλήλων. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ χαρακτηριστικὰ ἰδιώματα τὰ συμβεβηκότα εἰσὶ τὰ χαρακτηρίζοντα τὴν ὑπόστασιν. 12 Περὶ διαιρέσεως. ∆ιαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον· (ῃ. ι. 20-27) ὑποδιαίρεσις δὲ τοῦ ἑνὸς μέρους τῶν δύο τμημάτων τομὴ καὶ διαίρεσις, οἷον τοῦ ζῴου διαιρεθέντος εἰς λογικὸν καὶ ἄλογον τὸ ἓν μέρος ἤγουν τὸ λογικὸν διαιροῦμεν εἰς θνητὸν καὶ ἀθάνατον· ἐπιδιαίρεσις δέ, ὅταν ποιήσας διαίρεσιν πράγματος ποιήσω πάλιν ἄλλην διαίρεσιν πράγματος τοῦ αὐτοῦ, οἷον διαιρεῖται ὁ ἄνθρωπος εἰς ἄρσεν καὶ θῆλυ -ἰδοὺ διαίρεσις-καὶ πάλιν διαιρεῖται ὁ ἄνθρωπος εἰς ψυχὴν καὶ σῶμα-ἰδοὺ ἐπιδιαίρεσις. Οὐ πάν τοτε δὲ γίνεται διαίρεσις καὶ ἐπιδιαίρεσις, ἀλλ' ὅτε μὴ πάντα περιέχονται ὑπὸ τὴν πρώτην διαίρεσιν· ἰδοὺ γὰρ καὶ ἐν τῷ ἄῤῥενι καὶ ἐν τῇ θηλείᾳ θεωρεῖται ψυχὴ καὶ σῶμα. Χρὴ δὲ γινώσκειν, ὅτι ἀντιδιαιρούμενα λέγονται τὰ δύο εἴδη τὰ ἐκ τοῦ αὐτοῦ γένους τμηθέντα, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, ἃ ἀντιδιαιρούμενα λέγονται. Εἰσὶ δὲ διαιρετικοὶ τρόποι ὀκτώ· -ἢ ὡς γένος εἰς εἴδη, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, -ἢ ὡς εἶδος εἰς ἄτομα, οἷον ὁ ἄνθρωπος διαιρεῖται εἰς Πέτρον καὶ Παῦλον καὶ εἰς τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, -ἢ ὡς ὅλον εἰς μέρη· καὶ τοῦτο διχῶς, ἢ ὁμοιομερῆ ἢ ἀνομοιομερῆ. Ὁμοιομερῆ μὲν οὖν εἰσιν, ὅτε τὰ μέρη ἐπιδέχονται τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ ὅλου καὶ ἀλλήλων, ὡς ὅταν τέμνωμεν σάρκα εἰς πολλὰς σάρκας, καὶ ἕκαστον μέρος τῆς σαρκὸς σὰρξ λέγεται καὶ τὸν ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Ἀνομοιομερῆ δέ, ὅτε τὰ μέρη μήτε τὸ ὄνομα μήτε τὸν ὁρισμὸν ἐπιδέχονται μήτε τοῦ ὅλου μήτε ἀλλήλων, ὡς ὅταν διέλωμεν τὸν Σωκράτην εἰς κεφαλήν, πόδας καὶ χεῖρας· οὔτε γὰρ ἡ κεφαλὴ οὔτε οἱ πόδες οὔτε αἱ χεῖρες ἐπιδέχονται τὸ ὄνομα ἢ τὸν ὁρισμὸν τοῦ Σωκράτους οὔτε ἀλλήλων. -ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, καὶ τοῦτο διχῶς· ἢ ὡς ὅλον ἢ ὡς μέρος. Ὡς ὅλον μὲν ὡς ἡ κύων φωνή· φέρεται γὰρ κατά τε χερσαίου κυνὸς καὶ ἀστρῴου καὶ θαλαττίου, ἅπερ ὅλον τί εἰσι καὶ οὐ μέρος ζῴου· ὡς δὲ μέρος, ὅτε τὸ τῆς γλώσσης ὄνομα φέρεται κατὰ τοῦ ἄκρου τοῦ ὑποδήματος καὶ τοῦ ἄκρου τοῦ αὐλοῦ καὶ τοῦ γευστικοῦ μορίου τῶν ζῴων, ἅτινα μέρη εἰσὶ καὶ οὐχ ὅλα. -ἢ ὡς οὐσία εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοὶ οἱ δὲ μέλανες· -ἢ ὡς συμβεβηκότα εἰς οὐσίας, ὡς ὅταν εἴπω· Τῶν λευκῶν τὰ μὲν ἔμψυχα τὰ δὲ ἄψυχα· -ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα, ὡς ὅταν εἴπω· Τῶν ψυχρῶν τὰ μὲν ξηρὰ τὰ δὲ ὑγρά, -ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν· ἀφ' ἑνὸς μὲν ὡς ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον, πρὸς ἓν δὲ ὡς ὑγιεινὸν φάρμακον, ὑγιεινὸν βρῶμα· πρὸς ἓν γὰρ βλέπουσι, τὴν ὑγίειαν. Κατὰ τοῦτον οὖν τὸν τρόπον διαιρεῖται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός. ∆εῖ δὲ γινώσκειν, ὡς οὐδὲ ἐν ἑνὶ τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν τοῖς τμήμασι τὸ φύσει πρότερον καὶ ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, εἰ μὴ ἐν τοῖς ἀφ' ἑνὸς καὶ πρὸς ἕν. 13 Περὶ τοῦ φύσει προτέρου. Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφέρον καὶ μὴ συνεισφερόμενον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρότερόν ἐστι τοῦ ἀνθρώπου. Ἀναιρουμένου γὰρ καὶ μὴ ὄντος ζῴου ἐξ ἀνάγκης οὐδὲ ἄνθρωπος ἔσται· ζῷον