9
ζωοποιοῦ διαιρεθεῖσα σώματος, τῇ καρδίᾳ τῆς γῆς ἐπεδήμησεν, ὅπερ εἰς νύκτα λογίζεται. Εἶτα μετὰ τὸ σκότος αὖθις ἡμέρα πρὸς τοῦ δημιουργοῦ σχεδιάζεται, πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ ἡλίου πάλιν δρομήσαντος· διὸ καὶ πρὸς ἑσπέραν φῶς ἔσεσθαι ὁ προφήτης προέφησεν· εἶτα ἡ πρὸ τοῦ Σαββάτου νὺξ, καὶ τὸ Σάββατον, ἥτε πρὸ τῆς μιᾶς τῶν Σαββάτων, καὶ αὐτὴ ἡ τῆς ἁγίας Κυριακῆς λαμπρὰ καὶ φαεσφόρος ἡμέρα, ἐν ᾗ τὸ ἄκτιστον φῶς σωματικῶς ἐκ τοῦ τάφου πρόεισιν, ὡς νυμφίος ὡραῖος τῷ κάλλει τῆς ἀναστάσεως· τὸ γὰρ τέλος τῶν Σαββάτων, ὅπερ ὀψὲ Σαββάτων φησὶν ὁ εὐαγγελιστὴς, ἀρχὴ τῆς μιᾶς τῶν Σαββάτων γίνεται· ἔχεις τῶν τριῶν ἡμερῶν καὶ τοσούτων νυκτῶν σαφῆ τὴν ἀπαρίθμησιν. Ἀλλ' ἐπανίωμεν αὖθις, ὅθεν ἐξέβημεν. κζʹ. Εἰς χοῦν θανάτου κατάγεται ὁ ἐκ χοὸς πλαστουργήσας τὸν ἄνθρωπον, καὶ ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ αἴρεται. Τῶν γηΐνων γὰρ ποιεῖται τὴν ἀπόθεσιν, οὐ σώματός φημι, τῶν δὲ τοῦ σώματος, ὕπνου καὶ κόπου, πείνης καὶ δίψης, τομῆς τε καὶ ῥεύσεως. Ταῦτα γὰρ διὰ τῆς παρακοῆς εἰς τὸν βίον εἰσέφρησε τὸν ἡμέτερον. Καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ γίνεται, ἣν διὰ σταυροῦ καὶ ταφῆς ἡμῖν ἐπρυτάνευσε, συνάψας τὰ διεστῶτα, καὶ τὸν ἀποστάτην ἄνθρωπον καθυποτάξας τῷ πλάσαντι. ∆ιὸ οἱ πονηροὶ ἀντὶ ταφῆς αὐτοῦ εἰς ὄλεθρον παραδέδονται· Ἰουδαῖοι μὲν, μετὰ τὴν τοῦ ναοῦ καὶ τὴν τοῦ ἄστεος πόρθησιν, δορύκτητοι πρὸς τῶν ἐχθρῶν ἀπαγόμενοι, μηκέτι πρὸς τὰ οἰκεῖα πάλιν δρομήσοντες· τῆς γὰρ θείας ἐπικουρίας ἀφίενται ἔρημοι μετὰ τήνδε τὴν τοῦ Κυρίου φωνὴν, Ὁ οἶκος ὑμῶν ἀφίεται ἔρημος· δαίμονες δὲ τὴν τύραννον καὶ γαῦρον ἀφαιρεθέντες ἀρχὴν, ἣν ἦρξαν ἡμῶν κακοὶ κακῶς, τοῖς αἰσχίστοις χειρωσάμενοι πάθεσιν. Αὐτὸς δὲ τῶν πονηρῶν τὰ σκῦλα τοὺς ἀπ' αἰῶνος θανόντας κεκληρονόμηκεν, ἀπαλλάξας τούτους ὅσοι τῷ ζυγῷ τῆς ἁμαρτίας κατείχοντο. Ἐν γὰρ ἀνόμοις καταλεχθεὶς, τὴν εὐνομίαν ἐφύτευσεν· τῶν δὲ ἀπειθούντων τὸ σπέρμα γέγονεν εἰς ἀπώλειαν, καὶ πένθος ἑορτῶν ἀπηλλάξατο, καὶ θρήνους ὕμνων ἀντήχησαν. Ἡμῖν δὲ φῶς ἐκ σκότους ἀνέτειλε, καὶ ζωὴ προῆλθεν ἐκ μνήματος, καὶ ἐξ ᾅδου πηγάζει ἀνάστασις, καὶ χαρὰ, καὶ θυμηδία, καὶ ἀγαλλίασις. κηʹ. Οὐκ ἄτοπον δὲ καὶ τῶν εὐαγγελικῶν ἁψαμένους ῥημάτων, τὸν ἐν αὐτοῖς πλοῦτον ἀρύσασθαι. Φασὶν οἱ πνεύματι τὰ θεῖα φθεγξάμενοι, καὶ τὸν Χριστὸν λαλοῦντα ἐν ἑαυτοῖς ἔχοντες εὐαγγελισταί· Ὀψίας γενομένης, ἦλθεν ἀνὴρ πλούσιος ἀπ' Ἀριμαθαίας τὸ ὄνομα Ἰωσὴφ, εὐσχήμων βουλευτὴς, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ, καὶ ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ. Οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ πράξει αὐτῶν, διὰ δὲ τὸν φόβον 96.629 τῶν Ἰουδαίων ἐκρύπτετο. Οὗτος τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὢ μακαρίου καὶ ἀοιδίμου ἀνδρός! Ἀληθῶςφησιν ὁ Κύριος· Πᾶν δένδρον ἐκ καρπῶν οἰκείων ἐπιγινώσκεται. Ἀγαθὸς τοίνυν ὑπάρχων καὶ δίκαιος, οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν. Ὄντως οὗτος μακάριος ἀνὴρ, ὥς φησιν ὁ θεηγόρος ∆αβίδ. Οὐ γὰρ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, οὐδὲ ὁδῷ ἁμαρτωλῶν ἑστὼς ἐφρυάξατο καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐ κεκάθικε κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, μετὰ λαῶν ἀνόμων βουλευσάμενος. Οὐκ εἶπεν· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Οὐκ ἐφθέγξατο τὴν τῶν δειλαίων φωνὴν, τὴν τοῦ ἀθώου καὶ θείου αἵματος ποινὴν ἐφ' ἑαυτὸν καὶ τὴν οἰκείαν γονὴν ἐφελκόμενος· ἀλλ' ἐν τῷ νόμῳ Κυρίου ἔχων τὸ θέλημα, καὶ ἐν τῷ νόμῳ αὐτοῦ κοιταζόμενος καὶ ἀνιστάμενος ἀεὶ μελετῶν, τοῖς θεοῤῥύτοις τοῦ Πνεύματος νάμασι τὴν οἰκείαν κατήρδευε διάνοιαν. Τοῦ γὰρ καλοῦ διδασκάλου φοιτητὴς ἐγεγόνει, καὶ τοῖς αὐτοῦ κατηκολούθηκεν ἴχνεσιν. Ὢ πλουσίου ἀνδρὸς, τὴν προαίρεσιν! ὢ σοφοῦ ἐμπόρου, τῷ ἐπιγείῳ τὸν οὐράνιον διαρπάσαντος πλοῦτον, καὶ τὸν τῆς ζωῆς θησαυρὸν ἐν ἑαυτῷ