1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

ἐπίστευσαν εἰς αὐτόν. Οὐκ φιλονείκει πρὸς τὴν τῶν ἀρχόντων ἀπόνοιαν οὐδὲ κράζων ἐξηρέθιζεν καθ' ἑαυτοῦ, ἀλλὰ μετὰ πραότητος ὑπανεχώρει, ἵνα μὴ ὄντας αὐτοὺς ἀσθενεῖς τῇ ψυχῇ ὡς κάλαμον συντετριμμένον ἢ ὡς λίνον καπνιζόμενον ἐγγὺς ὂν τοῦ σβεσθῆναι ἀπολέσαι ποιήσῃ διὰ τοῦ ἀντιλέγειν αὐτοῖς. ἀλλ' ἔφερεν ἀνεξικάκως, ὅπως μὴ εἰς παντελῆ ἀπώλειαν ἐλάσωσιν διὰ τὴν ἰδίαν ἀσθένειαν, ἕως ἂν πληρώσῃ τὸν τῆς οἰκονομίας σκοπόν, ὅπερ ἐστὶν ἐκβάλλειν εἰς τέλος τὴν κρίσιν, μεθ' ἣν οἰκονομίαν πάντα τὰ ἔθνη ἐπίστευσαν. 86 Mt 12, 31-32 Πνεῦμα ὧδε λέγει τὴν τοῦ υἱοῦ θεότητα· καί φησιν· οἱ μὲν εἰς τὸ ὁρώμενον βλασφημοῦντες διὰ μετανοίας συγγνώμης ἐτύγχανον, οἱ δὲ τὴν θεότητα αὐτὴν βλασφημοῦντες καὶ λέγοντες αὐτὴν Βεελζεβοὺλ οὐδέποτε συγγνώμης τεύξονται. ὁ δὲ Μᾶρκος σαφηνίζει τὸν λόγον εἰπών· ἔλεγον γὰρ ὅτι πνεῦμα ἀκάθαρτον ἔχει. 87 Mt 12, 33-35 Τοῖς παρ' ἐμοῦ γινομένοις οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ εἰδότες, ὅτι ῥᾴθυμόν ἐστιν ἐμὲ διαβάλλειν ὡς πονηρόν, ὅπερ μάχεται ταῖς κοιναῖς ἐννοίαις· ἐξ ὧν γάρ τις πράττει , γνωρίζεται, εἰ ἀγαθός ἐστιν ἢ πονηρός, ὥσπερ τὰ δένδρα ἐκ τῶν οἰκείων καρπῶν. 88 Mt 12, 36 Εἰ οἱ ἄνθρωποι περὶ ἀργοῦ ῥήματος εὐθύνονται, πόσῳ μᾶλλον οἱ εἰς τὸ πνεῦμα τοῦ μονογενοῦς υἱοῦ βλασφημήσαντες ἐν ἡμέρᾳ κρίσεως πικρότερον τιμωρηθήσονται. 89 Mt 12, 36 Κἂν ἁπλῶς δέ τις, φησίν, δυσφημίαν κατά τινος φθέγξηται, οὐδαμῶς τὴν κρίσιν ἐκφεύξεται. εἰ δὲ περὶ λόγου ἀργοῦ δώσουσιν λόγον , πόσῳ μᾶλλον περὶ ἔργου. 90 Mt 12, 40 Τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ὑπὸ γῆν διατρίψειν φησίν, τὴν μὲν παρασκευὴν ἀπὸ τέλους, τὸ δὲ σάββατον ὅλον, τὴν δὲ κυριακὴν ἀπὸ τῆς ἀρχῆς κατὰ τὴν ὑπόληψιν τῶν ἀνθρώπων. ἐπεὶ καὶ ἡμεῖς τὴν τριταίαν τῶν τελευτησάντων ἡμέραν ἐπιτελοῦμεν, οὐκ ἐπειδὰν ἴσον τῷ μέτρῳ πληρωθῆναι συμβαίνῃ τὰς τρεῖς ἡμέρας καὶ τὰς τρεῖς νύκτας, ἀλλ' ἡμέραν μὲν μόνην καὶ τελείαν λογιζόμενοι ἐκείνην, ἣν ἐν οἵῳ δήποτε καιρῷ τετελεύτηκεν , ἡμέραν δὲ καὶ τὴν ἑτέραν, ἧς ἐν τοῖς προοιμίοις παρὰ τοὺς τάφους τῶν τετελευτηκότων ἄπειμεν. κατὰ τὴν αὐτὴν τοίνυν ἀκολουθίαν καὶ ὁ κύριος τρεῖς νύκτας καὶ ἡμέρας τοσαύτας ποιήσειν ὑπὸ τῆς γῆς ἐπηγγείλατο. καὶ τούτου δεῖγμα σαφὲς τὸ καὶ τὰς γυναῖκας κατ' ἐκεῖνον ἐλθεῖν τὸν καιρόν, ὥστε τὰ νενομισμένα τῆς τριταίας ἡμέρας ἐπὶ νεκρῷ πληρῶσαι.

91 Mt 13, 44 Ἀγρὸν ἐνταῦθα τὸν κόσμον λέγει καὶ δείκνυσιν, ὅτι αὐτός ἐστιν ὁ τούτου ποιητὴς ἴδιον αὐτὸν ὀνομάζων. διὸ καὶ Μαρκίων ἅμα καὶ Μᾶρκος οἱ αἱρετικοὶ ἐλέγχονται λέγοντες ὑφ' ἑτέρου δημιουργοῦ δημιουργηθῆναι τὸν κόσμον καὶ ἀρχὴν χρονικὴν ἐσχηκέναι τὸν Χριστόν.

92 Mt 14, 1-2 Οὕτω τῆς ἑαυτοῦ κατηγορίας κατήγορος γίνεται τὸν τοιοῦτον

ἀποκτεῖναι, ὅς, φησίν, καὶ ἱκανὸς ἦν ἐκ νεκρῶν ἀναστῆναι. διὸ οὐ δύναται λέγειν, ὅτι τοιαῦτα περὶ αὐτοῦ φαντάζεται. 93 Mt 14, 2 Οἰηθεὶς ἐκ νεκρῶν ἀνεστηκέναι τὸν βαπτιστὴν ἤρξατο αὐτὸν δειλιᾶν ὡς δυνατώτερον γεγονότα καὶ ἐδεδίει μὴ πλείονι κατ' αὐτοῦ χρήσοιτο τῇ ἐλεγκτικῇ παρρησίᾳ, ὅπερ ἦν αὐτῷ δεινὸν ἀποστερηθῆναι τῆς αἰσχρουργίας. 94 Mt 14, 19 Ἐπὶ τῷ ἕκαστον λαβεῖν τοῦ γεγονότος θαύματος αἴσθησιν· ἀμφίβολοι γὰρ ἦσαν ἔτι περὶ τὸ τοιοῦτον. καὶ τοῦτο ἐφανέρωσε Μᾶρκος εἰπών· οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς πέντε ἄρτοις· ἦν γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη. 95 Mt 14, 25 Τετάρτην λέγει φυλακὴν τὴν μετὰ τὴν ἐνάτην <ὥραν> τριωρίαν· εἰς γὰρ τέσσαρα μέρη τὴν ὅλην ἐμέριζον νύκτα οἱ νυκτοφύλακες.

96 Mt 15, 23 Τῶν ἀλλοφύλων τοὺς Ἰουδαίους προτιμῶν ὁ σωτὴρ καὶ τὴν τῆς

Χαναναίας πίστιν ἐνδείξασθαι βουληθεὶς οὐκ ἀπεκρίθη πρὸς αὐτήν· οὐ γὰρ τοῦ