1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

10

Οὐκ ἐγκατελείφθη 693 γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος. Οὐ γάρ που τήν γε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα τοῦ Μονογενοῦς, τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φησίν. Οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος εἰ μὴ μεμένηκεν εἰς τὸ ᾅδην ὁ ἐκ Θεοῦ Λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως καὶ ὑπὲρ λόγον πληρῶν μὲν τὰ πάντα, καὶ τοῖς πᾶσιν ἐπιδημῶν. Ἀνωτέρω γὰρ τόπου καὶ περιορισμοῦ καὶ μεγέθους μετρητοῦ τὸ θεῖον, αὐτὸ δὲ ὑπὸ μηδενὸς χωρούμενον. Παράδοξον δὲ καὶ οὐδενὶ τῶν ὄντων ἀθαύμαστον ὅτι σῶμα μὲν ἀνεβίω, τὸ τῇ φύσει φθαρτόν· συνήνωτο γὰρ τῷ ἀφθάρτῳ Λόγῳ. Ψυχὴ δὲ ἡ θεία, τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρομήν τε καὶ ἕνωσιν, καταπεφοίτηκε μὲν εἰς ᾅδου, θεοπρεπεῖ δὲ δυνάμει καὶ ἐξουσίᾳ χρωμένη, καὶ τοῖς ἐκεῖσε πνεύμασι κατεφαίνετο. Τοιγάρτοι καὶ ἔφασκε τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Καί μοι δοκεῖ φάναι τι τοιοῦτον καὶ ὁ θεσπέσιος Πέτρος περί τε τοῦ Θεοῦ Λόγου καὶ τῆς καθ' ἕνωσιν οἰκονομικὴν γεγενημένης αὐτοῦ ψυχῆς· Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας, ὅτι καὶ ὁ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν' ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς <μὲν> σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐν ᾧ, φησί, καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε. Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν ὡς γυμνὴ καὶ καθ' ἑαυτὴν ἡ θεότης τοῦ Μονογενοῦς καταπεφοίτηκε μὲν εἰς ᾅδου, διεκήρυξε δὲ τοῖς ἐκεῖσε πνεύμασιν, ἄποπτος οὖσα παντελῶς· κρεῖττον γὰρ ἀεὶ τοῦ ὁρᾶσθαι τὸ θεῖον. Ἀλλ' οὐδὲ δοκήσει καὶ ἐσχηματισμένως εἰς τὸ ψυχῆς εἶδος αὐτὴν μεμορφῶσθαι δώσομεν, παραιτητέον δὲ πανταχῆ τὴν δόκησιν. Ἀλλ' ὥσπερ τοῖς ἔτι μετὰ σαρκὸς <συνανεστράφη μετὰ σαρκός,> οὕτω καὶ ταῖς εἰς ᾅδου ψυχαῖς διεκήρυξεν, ἴδιον ἔχων φόρημα τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν. Καὶ βαθὺς μὲν ἴσως καὶ ἀπόρρητος ἀληθῶς, καὶ ταῖς ἡμετέραις διανοίαις οὐχ ἁλώσιμος ὁ τῆς ἑνώσεως τρόπος. Ἐκεῖνο δ' οὖν ὅμως ἀναλογίζεσθαι πρέπει. Τὰ γάρ τοι μὴ καθ' ἡμᾶς πολυπραγμονεῖν οὐκ ἀζήμιον, ἀνούστατον δὲ παντελῶς τὸ βασάνοις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, καὶ πειρᾶσθαι νοεῖν ἃ νοεῖν οὐχ οἷόν τε. Ἢ οὐκ οἶσθα ὅτι τὸ βαθὺ δὴ τουτὶ 694 μυστήριον, καὶ νοῦν ὑπερθρῶσκον τὸν ἐν ἡμῖν, ἀπεριεργάστῳ πίστει τετίμηται; Τὸ δὲ ἀσυνέτως λέγειν, πῶς δύναται ταῦτα γενέσθαι, Νικοδήμῳ τε ἐκείνῳ καὶ τοῖς κατ' αὐτὸν ἀπονέμοντες, ἀνενδοιάστως παραδεξόμεθα τὰ διὰ θείου Πνεύματος χρησμῳδούμενα, καὶ αὐτῷ δὲ πιστεύσομεν λέγοντι τῷ Χριστῷ· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἃ οἴδαμεν λαλοῦμεν, καὶ ἃ ἑωράκαμεν μαρτυροῦμεν. {Β} Εὖ λέγεις. {Α} Οἰχέσθω δὴ οὖν λῆρος μὲν ἅπας, μῦθός τε ἀδρανὴς καὶ ψευδοδοξία καὶ κεκομψευμένων ῥηματίων φενακισμός. Προσιέμεθα γὰρ οὔτι που τὸ κατασίνεσθαι πεφυκός, κἂν εἰ τοῖς ἄγαν ἐξησκημένοις, καὶ μὴν καὶ πικροῖς ἡμᾶς κατακροτοῖεν λόγοις οἱ δι' ἐναντίας. Ἔστι γὰρ τὸ θεῖον ἡμῶν μυστήριον οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος. Θεὸς οὖν ὑπάρχων καὶ τῶν ὅλων Κύριος, κατὰ τὰς Γραφάς, ὁ Μονογενὴς ἐπέφανεν ἡμῖν. Ὤφθη γὰρ ἐπὶ γῆς, καὶ ἐπέλαμψε τοῖς ἐν σκότει, γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτομανία γὰρ τοῦτό γε φρονεῖν ἢ λέγεινοὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν καὶ τροπήν ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων ὁ ἐκ Θεοῦ Λόγοςἀλλ' οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχωναὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής οὔτε μὴν ὡς λόγος ἀνυπόστατος, οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν ἀνθρώπῳ γεγονώς· ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτὲ πρὸς ὕπαρξίν τε καὶ γένεσιν προϋφέστηκεν ἀναγκαίως· αὐτὸς γάρ ἐστι ἡ ζωὴ πεφηνὼς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὄντος τε καὶ νοουμένου κατ' ἰδίαν ὑπόστασιν. Ἀλλ' οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς, γεγέννηται δὲ κατὰ ἀλήθειαν ἐκ γυναικός, καὶ πέφηνεν ἄνθρωπος