10
λαμβάνει καί, εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ ∆αβὶδ καθοπλίζει λέγων· ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο καὶ λέγουσιν ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Εἰ τοῦτο ἐποίησα, ἐξαλειφθείη τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν ἐπισκόπων καὶ μὴ γραφήτω ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν τοιοῦτον ἐγὼ ἔπραξα καὶ ἀποβάλοι με Χριστὸς ἐκ τῆς βασιλείας αὑτοῦ. Εἰ δὲ ἅπαξ μοι τοῦτο λέγουσι καὶ φιλονεικοῦσι, καθελέτωσαν τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον οἶκον ἐβάπτισε. Καθελέτωσαν καὶ αὐτὸν τὸν Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι τοῖς ἀποστόλοις τὴν κοινωνίαν ἔδωκε. Λέγουσιν ὅτι μετὰ γυναικὸς ἐκοιμήθην. Καὶ ἀποδυσάτωσάν μου τὸ σῶμα καὶ εὑρήσουσι τὴν νέκρωσιν τῶν μελῶν μου.
Ἀλλὰ ταῦτα πάντα διὰ φθόνον πεποιήκασιν. Ἀλλὰ πάντως λυπεῖ, ἀδελφὲ Κυριακέ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παρρησιάζονται καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων. Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λάζαρον. Ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη; Ποῖος δὲ ἀπέλαυσε; Τί ἔβλαψεν ἐκεῖνον ἡ πενία; Οὐχὶ ὡς ἀθλητὴν καὶ νικητὴν εἰς τοὺς κόλπους τοῦ Ἀβραὰμ ἀπήνεγκε; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναγόμενον; Ποῦ οἱ ῥαβδοῦχοι; Ποῦ οἱ δορυφόροι; Ποῦ οἱ χρυσοχαλίνωτοι ἵπποι; Ποῦ οἱ παράσιτοι καὶ ἡ βασιλικὴ τράπεζα; Οὐχὶ ὡς λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι γυμνὴν τὴν ψυχὴν περιφέρων ἐκ τοῦ κόσμου; Καὶ κράζει κενῇ τῇ φωνῇ· πάτερ Ἀβραάμ, πέμψον Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι δεινῶς ἀποτηγανίζομαι. Τί πατέρα καλεῖς τὸν Ἀβραάμ, οὗ τὸν βίον οὐκ ἐμιμήσω; Ἐκεῖνος πάντα ἄνθρωπον εἰς τὸν οἶκον αὑτοῦ ἐξένιζε, σὺ δὲ ἑνὸς πτωχοῦ φροντίδα οὐκ ἐποιήσω. Οὐκ ἔστι πενθῆσαι καὶ κλαῦσαι ὅτι τοσοῦτον πλοῦτον ἔχων σταγόνος ὕδατος ἄξιος οὐκ ἐγένετο; Ἐπειδὴ γὰρ σταγόνος οὐ μετέδωκε τῷ πτωχῷ, σταγόνα ὕδατος οὐ λαμβάνει. Τῷ χειμῶνι οὐκ ἔσπειρεν ἔλεος, ἦλθε τὸ θέρος καὶ οὐκ ἐθέρισε. Καὶ τοῦτο τοῦ δεσπότου οἰκονομήσαντος, ὅτι ἐξεναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, ἵνα βλέπωσιν ἀλλήλους καὶ ἀλλήλους γνωρίζωσι. Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται καὶ ἕκαστος τύραννος τὸν μάρτυρα ὃν ἐκόλασε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα. Ἄκουε τῆς σοφίας λεγούσης· τότε ἐν πολλῇ παρρησίᾳ στήσεται ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν. Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, κἂν εὕρῃ καθαρὰν πηγὴν δίψῃ φλεγόμενος καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ παντοδαπὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται. Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος ἐποίησεν αὐτὸν ἐξεναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ' ἑκάστην ὥραν καὶ ἡμέραν ἐκεῖνο βλέπων τὸ χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ. Εἰ δὲ καὶ ὧδε ἀλλήλοις μὴ συντύχωμεν, ἀλλ' ἐκεῖ οὐδεὶς ὁ κωλύων ἡμᾶς μετ' ἀλλήλων διάγειν. Καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον καὶ οἱ μάρτυρες τοὺς τυράννους. Μὴ οὖν ἀθύμει, ἀλλὰ μνημόνευε τοῦ προφήτου λέγοντος· μυκτηρισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται. Κατανόησον δὲ καὶ τὸν δεσπότην, πῶς εὐθὺς ἀπὸ τῶν σπαργάνων ἐδιώκετο καὶ εἰς βαρβάρων γῆν ἀπερρίπτετο, ὁ τὸν κόσμον κατέχων τύπος ἡμῖν γινόμενος τοῦ μὴ