10
διδάξαι χάριν ἐλήλυθεν, ἀλλὰ τοῦ ἐκκλῖναι τὴν τῶν Φαρισαίων μανίαν μὴ δεξαμένων αὐτοῦ τὴν περὶ τῶν βρωμάτων διάταξιν. 97 Mt 15, 32 Οὕτως ἦν αὐτῶν τὰς ψυχὰς διαθεὶς τῷ λόγῳ αὐτοῦ ὡς καὶ εἰς λήθην ἑαυτῶν ἐλθεῖν καὶ μηδεμίαν φροντίδα τροφῆς ποιήσασθαι ἢ ἄλλης ἀναγκαίας χρείας οὐκ ἀποκαμόντων ἐν ἐρήμῳ συνεῖναι Χριστῷ. ὁ δὲ Χριστὸς τὸ τῆς φύσεως εἰδὼς ἀσθενές, ὅτι δεόμεθα τροφῆς πρὸς τῇ ὑγιείᾳ τῶν σωμάτων, καὶ τούτου πρόνοιαν τίθεται, ἵνα φανῇ μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων κηδόμενος ὡς αὐτὸς ὢν καὶ ψυχῆς καὶ σώματος δημιουργός· οὐ μὴν θατέρου κατὰ τοὺς τῶν Μανιχαίων λήρους, οἳ διαφόρους εἰσάγουσιν δημιουργούς, ἄλλον τὸν τῆς ψυχῆς καὶ ἄλλον τὸν τοῦ σώματος. 98 col1 Mt 15, 37-38 Οὐ μόνον ἅπαξ τοῦτο ποιεῖ, ἀλλὰ καὶ δεύτερον, ὅπως γνῶμεν, ὅτι τῆς θεότητος αὐτοῦ ἐστιν ἡ ἰσχὺς ἡ ἀποτρέφουσα ὅτε θέλει πλήθη καὶ δίχα ἄρτων· τοῦτο δὲ ποιεῖ πιστοποιῶν τὸν ὄχλον, ὅτι αὐτὸς ἦν ὁ καὶ πρώην ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τὸν Ἰσραὴλ διαθρέψας. καὶ οὐ μόνον ἐξ ὀλίγων αὐτοὺς ἔθρεψεν ἄρτων, ἀλλὰ καὶ ἐπερίσσευσαν ἑπτὰ σπυρίδες, ἵνα δειχθῇ ἀσυγκρίτως τὸν Ἡλίου ὑπεραίρων, ὃς καὶ αὐτὸς ἐποίησεν πλεονάζειν τὸ ἔλαιον τὸ μικρὸν καὶ τὸ ἄλευρον τῆς χήρας. ὅμως οὐ περαιτέρω τῆς χρείας ἑπτὰ σπυρίδας ἐπλήρωσεν ἀπὸ ἑπτὰ ἄρτων, ἵνα ἡ διαφορὰ τῶν σημείων μὴ πάλιν ἐμβάλῃ εἰς λήθην τοὺς μαθητάς. Ἐκ δευτέρου ἐποίησεν ὁ σωτὴρ τὸ τοιοῦτον θαῦμα οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ἵνα γνῶμεν τὴν δύναμιν τῆς θεότητος αὐτοῦ, καὶ ὅτι αὐτὸς ἦν ὁ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τὸν Ἰσραὴλ διαθρέψας καὶ ἵνα δείξῃ ἑαυτὸν ὑπεραίροντα τὸν Ἡλίου, ὃς πλεονάζειν ἐποίησε τὸ σμικρότατον ἔλαιον καὶ τὸ ἄλευρον τῆς χήρας.
99 Mt 16, 6 Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ
Σαδδουκαίων. ζύμην ὁ Χριστὸς τὰς παραδόσεις τῶν Φαρισαίων φησὶν τῶν ἔθος ἐχόντων προτιμᾶν τῶν θείων τὰ ἀνθρώπινα καὶ τῶν ἁγίων γραφῶν τὰς παραδόσεις τῶν πρεσβυτέρων. 100 Mt 16, 8 Ὡς θεὸς δηλαδὴ καὶ ὡς πλάσας τὸν ἄνθρωπον ᾔδει πάντα τὰ ἐν τῷ ἀνθρώπῳ. ἔλεγε δὲ αὐτοῖς· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὑπομιμνῄσκων αὐτούς, ὅτι θεός ἐστιν. 101 Mt 16, 13-16 Ἐρωτᾷ ὁ Ἰησοῦς, ἵνα γνῶμεν τὰς ἐν Ἰουδαίοις γενομένας περὶ αὐτοῦ ὑπολήψεις ἐκ τῆς ἀποκρίσεως, καὶ ἵνα μάθωμεν περιεργάζεσθαι τίνα λέγουσιν οἱ ἄνθρωποι περὶ ἡμῶν καὶ, εἰ μὲν φαῦλα εἴη, τὰς ἀφορμὰς περιαιρῶμεν, εἰ δὲ ἀστεῖα, αὔξωμεν. υἱὸν δὲ ἀνθρώπου εἶπεν, ἵνα δείξῃ σαφῶς ὡς ὁ φαινόμενος καὶ κατ' ἀληθείας ἀναλλοίωτος γενόμενος ἄνθρωπος αὐτός ἐστι καὶ θεὸς ἀληθὴς μὴ τεμνόμενος ἀνὰ μέρος εἰς θεὸν καὶ εἰς ἄνθρωπον εἰδικῶς, ἀλλ' ὅν τις υἱὸν ἀνθρώπου προσαγορεύσειεν, οὐκ ἀπιστήσειε τοῦτον αὐτὸν εἶναι καὶ υἱὸν θεοῦ. 102 Mt 16, 22-23 Ὡς παρ' ἐλπίδα ἀκούσας τοῦτο ἐταράχθη ὁ Πέτρος, ἐπειδὴ ἡ μὲν ἀποκάλυψις υἱὸν θεοῦ καὶ ζῶντα θεὸν αὐτὸν ἔδειξεν, ἡ δὲ τοῦ πάθους τοῖς δεινοῖς καταποθέντα, ἐπιτιμῶν αὐτῷ δεικνύει τὴν ἑαυτοῦ δικαιοκρισίαν, ὅτι ἡνίκα μὲν ὡμολόγει, ἐπῄνει αὐτόν, ὅτε δὲ ἐδειλία ἀλόγως ἐπέπληττεν αὐτῷ ἀπροσωπολήπτως ποιῶν.
103 col1 Mt 18, 8 Ἐπειδὴ γὰρ ἓν σῶμα λέγει τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, μέλη
δὲ τὸν καθ' ἕνα, τοῦτο εἰπεῖν ἐβουλήθη, ὅτι ἐὰν ἔχῃς· ἐν τῇ ἐκκλησίᾳ τινὰ πολλοῖς ἑτέροις αἴτιον γινόμενον βλάβης, μὴ φείσῃ, ἀλλ' ἔκκοψον αὐτὸν ἔξω τῆς ἐκκλησίας καταστήσας κρεῖττον εἶναι νομίζων ἐκεῖνον διὰ τὴν αὐτοῦ μοχθηρίαν ἀλλότριον καταστῆναι τῆς βασιλείας τῶν οὐρανῶν ἢ πολλοὺς ἑτέρους ἀπαγαγεῖν εἰς τὸ πῦρ τὸ αἰώνιον. Ἓν σῶμα λέγει ὁ Χριστὸς τὴν ἐκκλησίαν, τοῦτ' ἔστιν τὴν τῶν πιστῶν συναγωγήν· μέλη δὲ τὸν καθ' ἕνα. τούτων. ἐὰν δέ τις ἐκ τῶν πιστῶν τούτων καὶ μελῶν τῆς ἐκκλησίας αἴτιος γίνηται ἑτέροις σκανδάλου, μὴ φείσῃ αὐτοῦ, ἀλλ'