ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν τῷ πταίοντι.
93 Mt 19, 4 Τοῦτο ἀνθρωπίνῳ τρόπῳ διείλεκται ὁ σωτὴρ κατὰ τὸ σχῆμα τὸ
διδασκαλικόν, οὐκ ἀποκαλύπτων ἑαυτὸν εἶναι τὸν δημιουργὸν λόγον οὐδὲ μὴν χωρίζων ἀπὸ τοῦ κτίζοντος πατρὸς τὸν κτίσαντα υἱόν, ἀλλ' ἐν πατρὸς ὀνόματι καὶ τὸν λόγον ἐμπεριλαμβάνων εἴγε «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ». 94 Mt 19, 9 Μοιχείαν δέ φησι τὸ τῇ ἰδίᾳ μὴ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστιν ὁ τὴν ἰδίαν ἀπολιπών. διὰ τοῦτο « μοιχᾶται ἐπ' αὐτήν », τοῦτ' ἔστιν ἐπὶ τὴν δευτέραν, ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνημμένῃ, ἐὰν τὸν ἴδιον καταλίπῃ. πῶς οὖν ὁ νόμος οὐ συνεχώρει ὁ τὸ «οὐ μοιχεύσεις » λέγων; ἐροῦμεν, ὅτι ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν, ὅτε τὴν συνοικοῦσαν ἕτερός τις διαφθείροι· ὁ δὲ σωτὴρ καὶ τὴν οὐχ ὁμολογου μένην παρὰ πᾶσιν οὐδὲ γινωσκομένην τῇ φύσει οὐδὲ διελεγχομένην, ὅτι μοιχεία ἐστίν, τὴν μέντοι πορνεύσασαν ἀποστῆσαι συγχωρεῖ Χριστός, ὅτι δὴ διέλυσεν αὕτη τὴν φυσικὴν σύζευξιν καὶ οὐκέτι ὑπὸ τοῦ ἀνδρὸς
τοῦτο γίνεται. 95 Mt 19, 10-12 Πάρεστιν ἀπὸ τῆς τοῦ κυρίου διαιρέσεως τοῖς μὲν ἐν <τῷ> κάτω βαδίζουσιν ὑπομένειν τὸ ἐν κόσμῳ λυπηρὸν μᾶλλον ἢ τοῦ δικαίου κατα φρονεῖν, τοῖς δὲ δυναμένοις ὑπερ βαίνειν τὸν κόσμον οἷον ὑπὸ πτέ ρυγος φέρεσθαι πρὸς τὴν ἄνω δι καιοσύνην, ἀλύπους δὲ ὄντας καὶ ἐλευθέρους ἀπὸ τῶν ἐν κόσμῳ λυ πηρῶν. οὐκ ἐπιβάλλων οὖν βρόχον εἶπεν· οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται . τὸ δὲ οἷς δέδοται χαρισμάτων φυσικῶν ἐστι δηλωτικόν, ὅπερ ἄν τις καὶ φύσεως ἐπιτηδειότητα λέγοι καὶ τὴν ἀπὸ γεννήσεως εὐφυίαν εἰς τὸ τῆς σωφροσύνης κατόρθωμα· εἰσὶ γάρ τινες καὶ ἐκ φύσεως διαφοραὶ πρὸς ἑκάστην ἀρετήν, τῶν μὲν μᾶλλον, τῶν δὲ ἧττον πρὸς αὐτὴν πεφυκό των. εἰ καὶ ὅτι μάλιστα μὴ ἐντελῆ τὰ φυσικά, μηδ' ἂν ἀμετακίνητα καὶ ἀκατόρθωτα παντελῶς, ἀλλὰ καὶ τὸ ἐπιτήδειον εἰς ἀγαθὸν ἀσκήσει τελειοῦται καὶ τὸ μὴ ἐπιτήδειον ἀγῶνι πολλῷ θεραπεύεται. Οὐ πάντες φησὶν χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται . τὸ δὲ οἷς δέδοται χαρισμάτων φυσι κῶν ἐστι δηλωτικὸν καὶ τῆς ἀπὸ γεννήσεως εὐφυίας εἰς τὸ τῆς σω φροσύνης
κατόρθωμα. 96 Mt 19, 14-15 Μόνη κακία καὶ διαφθορὰ τῆς δημιουργίας ἀποκωλύει προσελθεῖν τῷ δημιουργῷ, τὸ δὲ τῆς φρονήσεως ἐνδεὲς οὐ κωλυτικὸν τῆς προσόδου· πλήρωσιν γὰρ ἐπιζητεῖ, ταύτῃ δὲ ἡ πρόσοδος χαρίζεται. διὸ καὶ ἀκριβὴς ἡ λέξις τῶν τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν · οὐ γὰρ τούτων εἶπεν, ἀλλὰ τῶν τοιούτων , ἐπειδὴ πρόσεστιν καὶ τὸ τῆς φρο νήσεως ἐνδεὲς τοῖς παισὶν οὗπερ ἀποτρέπων ὁ ἀπόστολος ἔλεγεν· «μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε ». ὁ δὲ Μᾶρκος καὶ ἐπεξῆλθε τὴν αἰτίαν λέγων καὶ οἷον ἑρμηνεύων· «τῶν τοιούτων ἐστὶν ἡ βασιλεία » τῶν οὐρανῶν· «ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασι λείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν ». τὸ δὲ αὐτὸ καὶ ὁ Λουκᾶς καὶ ἀνωτέρω δὲ ἔλεγεν ὁ Ματθαῖος· «ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν »· ἅπερ γὰρ ἐκεῖνα ἔχει τῇ φύσει, ταῦτα ἡμᾶς ὁ θεὸς θέλει ἔχειν τῇ προαιρέσει, τὴν ἁπλότητα, τὴν ἀμνησικακίαν, τὸ ἀγαπᾶν τοὺς γονέας, κἂν τύπτηται ὑπ' αὐτῶν. ἐπετίθη δὲ τὰς χεῖρας τοῖς παιδίοις τῆς ἐπι θέσεως τῶν χειρῶν διδασκούσης τὴν τῆς θείας δυνάμεως ὅπλισιν. 97 Mt 19, 17 Καλὴ ἡ τοῦ νόμου προπαίδεια καὶ οὐκ ἀναιρεῖ ὁ Χριστὸς αὐτήν, ἀλλ' εἰ θέλεις, φησίν, εἰς τὴν ζωὴν εἰσελθεῖν , τήρει τὰς ἐντολὰς ἀρχὴν τῆς ὁδοῦ ταύτης ἐπιδεικνύων, οὐ συμπλήρωσιν· καὶ τὸ μὴ ἀλλό τριον εἶναι ἑαυτοῦ τὸν νόμον διὰ τούτου μαρτυρῶν· ἡ
11