1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

11

ὁ ζῶν καὶ ὑπάρχων καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, μορφὴν δούλου λαβών, καί ἐστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ' ἐκ δυοῖν τελείοιν, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος. {Β} Τίνα δὴ οὖν τέτοκεν ἡ ἁγία Παρθένος; Τὸν ἄνθρωπον ἢ τὸν ἐκ Θεοῦ Λόγον; {Α} Καὶ μὴν τοῦτό γέ ἐστιν ἡ πλάνησις, καὶ τὸ ἁμαρτεῖν τοῦ πρέποντός τε καὶ ἀληθοῦς. Μὴ γάρ μοι διέλῃς, μηδὲ διϊστὰς εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον, διπρόσωπον ἡμῖν ἀνατύπου τὸν Ἐμμανουήλ. Μὴ ἄρα τις ἡμῖν εἰκότως 695 διαμωμήσαιτο φρονεῖν ἑλομένοις ὀρθὸν μὲν οὐδέν, ἐκεῖνα δὲ μᾶλλον ἃ καὶ διὰ τῆς ἁγίας κατεδικάσθη Γραφῆς; Ὧδε γάρ τις ἔφη τῶν Χριστοῦ μαθητῶν· Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ' ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. {Β} Οὐ διοριστέον οὖν ἄρα κατ' οὐδένα τρόπον; {Α} Οὐμενοῦν. Εἴς γε δὴ μάλιστα τὸ δύο φάναι μετὰ τὴν ἕνωσιν καὶ ἀναμέρος ἑκάτερον ἐννοεῖν. Ἰστέον δ' οὖν ὅτι θεωρεῖ μέν τινα φύσεων διαφορὰν ὁ νοῦςταὐτὸν γὰρ οὔ τί που θεότης τε καὶ ἀνθρωπότηςεἰσδέξεται δὲ ὁμοῦ ταῖς περὶ τούτων ἐννοίαις καὶ τὴν ἀμφοῖν εἰς ἑνότητα συνδρομήν. Οὐκοῦν Θεοῦ μὲν ἐξέφυ τοῦ Πατρὸς ὡς Θεός, ἐκ Παρθένου δὲ ὡς ἄνθρωπος. Ὁ γὰρ <ἐκ> Θεοῦ Πατρὸς ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος γεγεννῆσθαι λέγεται καὶ διὰ γυναικός, καταφοιτήσας εἰς ἀνθρωπότητα καὶ καθεὶς ἑαυτὸν εἰς ὅπερ οὐκ ἦν, οὐχ ἵνα μείνῃ κεκενωμένος, ἀλλ' ἵνα Θεὸς εἶναι πιστεύηται καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς πεφηνὼς ἐπὶ γῆς, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσας, ἀλλ' ὡς αὐτὸς κατὰ φύσιν ἄνθρωπος γεγονώς, μετὰ τοῦ τὴν ἰδίαν ἀνασώσασθαι δόξαν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὰ πολὺ τῆς ἀλλήλων ὁμοουσιότητος διεστηκότα τε καὶ ἀμετρήτῳ διαφορᾷ διεσχοινισμένα, θεότητά τε καὶ ἀνθρωπότητα, συλλέγων εἰς ἓν οἰκονομικῶς, καὶ ἐξ ἀμφοῖν τὸν ἕνα κατασημαίνων Χριστὸν καὶ Υἱὸν καὶ Θεόν, Παῦλος δοῦλος, φησίν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αυεὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης. Ἰδοὺ δὴ σαφῶς ἀφωρίσθαι φησὶν ἑαυτὸν εἰς Εὐαγγέλιον Θεοῦ, καίτοι γράφων ἀναφανδόν· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον. Καὶ πάλιν· Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Υἱὸν δὲ αὐτὸν ὀνομάσας Θεοῦ, καὶ ἐκ σπέρματος τοῦ ∆αυεὶδ γεγεννῆσθαί φησιν, ὡρίσθαι τε διϊσχυρίζεται καὶ εἰς Υἱὸν Θεοῦ. Πῶς οὖν, εἰπέ μοι, Θεὸς 696 ὁ ἐκ σπέρματος ἀναφὺς τοῦ ∆αυείδ; Ὁ δὲ δὴ καὶ πρὸ αἰώνων καὶ ἀϊδίως Υἱός, καθὸ πέφηνεν ἐκ Θεοῦ, τίνα δὴ τρόπον εἰς Υἱὸν ὡρίσθη Θεοῦ, καθάπερ εἰς ἀρχὰς τοῦ ὑφεστάναι παρενεχθείς; Ἔφη γὰρ αὐτὸς περὶ ἑαυτοῦ· Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καίτοι τοῦ σήμερον ἀεί πως ἡμῖν οὐχὶ τὸν παρῳχηκότα, τὸν ἐνεστῶτα δὲ μᾶλλον καταδηλοῦντος καιρόν. {Β} ∆ιηπόρηκα μὲν οὐ μετρίως ἐγώ, φαίην δ' ἂν ὅτι δυσέφικτον κομιδῇ καὶ πολλοῖς ἑτέροις τὸ συνιέναι δύνασθαι τουτί. {Α} Τοῖς ἀναμέρος τιθεῖσι καὶ διορίζουσι δυσέφικτόν τε καὶ ἄπορον ἀληθῶς, τοῖς γε μὴν εἰς ἑνότητα κατασφίγγουσι τὸν Ἐμμανουὴλ ἐγγύς τε ἑλεῖν καὶ ἑτοιμοτάτη λίαν ἡ τῶν ἱερῶν δογμάτων ἀκιβδήλευτος γνῶσις. Ὁ γὰρ τῷ φύσαντι συναΐδιος καὶ πρὸ παντὸς αἰῶνος Υἱός, ἐπειδὴ καταβέβηκεν εἰς τὴν ἀνθρώπου φύσιν, οὐκ ἀπολισθήσας τοῦ εἶναι