11
ἁπάντων τῶν ὑπὸ τῇ βασιλείᾳ συγκαλέσας ἐθνῶν, χρημάτων ἔφη δεῖσθαι, καὶ τοῦτον εἶναι καιρόν, ἐν ᾧ προσήκειν ἕκαστον 1.14.3 αὐτοπροαίρετον εὔνοιαν πρὸς τὸν σφῶν ἐνδείξασθαι βασιλέα. τοὺς δ' ἀκούσαντας, ὥσπερ εὐχὴν ταύτην ἐκ μακροῦ θεμένους τὴν ἀγαθὴν ἐνδείξασθαι προθυμίαν, σὺν τάχει τε καὶ σπουδῇ χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν λοιπῶν χρημάτων τοὺς θησαυροὺς ἐμπλῆσαι, τῇ τοῦ πλείονος ὑπερβάλλοντας ἀλλή1.14.4 λους φιλοτιμίᾳ, τοῦτό τε πρᾶξαι σὺν φαιδροῖς καὶ μειδιῶσι προσώποις. οὗ δὴ γενομένου Κωνστάντιος τοὺς παρὰ τοῦ μεγάλου βασιλέως ἥκοντας αὐτόπτας γενέσθαι τῶν θησαυρῶν ἐκέλευσεν. εἶθ' ὧν ὄψει παρέλαβον τὴν μαρτυρίαν προσέταττε διακονήσασθαι τῷ πενίαν αὐτῷ καταμεμψαμένῳ, ἐπιθέντας τῷ λόγῳ, ταῦτα μὴ ἀπὸ γόων μηδ' ἐξ ἀδίκου πλεονεξίας εἶναι παρεσκευασμένα, καὶ νῦν μὲν ἀθροῖσαι παρ' ἑαυτῷ ταῦτα, πάλαι δ' αὐτῷ παρὰ τοῖς τῶν χρημάτων δεσπόταις οἷα δὴ ὑπὸ πιστοῖς παραθηκοφύλαξι φυλάτ1.14.5 τεσθαι. τοὺς μὲν οὖν θαῦμα κατεῖχε τῆς πράξεως, βασιλέα δὲ τὸν φιλανθρωπότατον μετὰ τὴν τούτων ἀποχώρησιν τοὺς τῶν χρημάτων μεταστέλλεσθαι κυρίους, πάντα δ' ἀπολαβόντας οἴκαδε φάναι ἀπιέναι κατέχει λόγος, πειθοῦς καὶ ἀγαθῆς εὐνοίας τοὺς ἄνδρας ἀποδεξάμενον. 1.14.6 Μία μὲν ἥδε φιλανθρωπίας δεῖγμα φέρουσα τοῦ δηλουμένου πρᾶξις· θατέρα 1.15.1 δὲ τῆς πρὸς τὸ θεῖον ὁσίας περιέχοι ἂν ἐμφανῆ μαρτυρίαν. ἤλαυνον μὲν γὰρ ἁπανταχοῦ γῆς τοὺς θεοσεβεῖς ἐξ ἐπιτάγματος τῶν κρατούντων οἱ κατ' ἔθνος ἄρχοντες· ἐξ αὐτῶν δὲ βασιλείων οἴκων ὁρμώμενοι πρώτιστοι πάντων τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας οἱ θεοφιλεῖς διῆλθον μάρτυρες; πῦρ καὶ σίδηρον καὶ θαλάττης βυθοὺς πάντα τε θανάτου τρόπον προθυμότατα διακαρτεροῦντες, ὡς ἐν βραχεῖ τὰ πανταχοῦ βασίλεια θεοσεβῶν χηρεῦσαι ἀνδρῶν· ὃ δὴ καὶ μάλιστα τῆς τοῦ θεοῦ ἐπισκοπῆς ἐρήμους τοὺς δρῶντας εἰργάζετο. ὁμοῦ γὰρ τῷ τοὺς θεοσεβεῖς ἐλαύνειν καὶ τὰς ὑπὲρ αὐτῶν ἐξεδίωκον εὐχάς. μόνῳ δ' ἄρα Κωνσταντίῳ σοφία τις εὐσεβοῦς ὑπεισῄει λογισμοῦ, καὶ πρᾶγμα πράττει παράδοξον μὲν ἀκοῦσαι πρᾶξαι δὲ θαυμασιώτατον. τοῖς γὰρ ὑπ' αὐτῷ βασιλικοῖς ἅπασιν ἐξ αὐτῶν οἰκείων μέχρι καὶ τῶν ἐπ' ἐξουσίας ἀρχόντων αἱρέσεως προταθείσης, σύνθημα δίδωσιν ἢ θύσασι τοῖς δαίμοσιν ἐξεῖναι παρ' αὐτῷ μένειν καὶ τῶν συνήθων μεταλαγχάνειν τιμῶν, ἢ μὴ τοῦτο πράξασι τῶν πρὸς ἑαυτὸν ἀποκεκλεῖσθαι παρόδων ἐξωθεῖσθαί τε καὶ ἀποχωρεῖν τῆς αὐτοῦ γνώσεώς τε καὶ οἰκειό1.16.2 τητος. ἐπειδὴ οὖν διεκρίνοντο εἰς ἀμφότερα, οἱ μὲν ὡς τούσδε οἱ δ' ὡς ἐκείνους μεριζόμενοι, ἠλέγχετό τε ὁ τῆς ἑκάστου προαιρέσεως τρόπος, ἐνταῦθα λοιπὸν ὁ θαυμάσιος τὸ λεληθὸς τοῦ σοφίσματος ἀνακαλύψας τῶν μὲν δειλίαν καὶ φιλαυτίαν κατεγίνωσκε, τοὺς δὲ τῆς πρὸς τὸν θεὸν συνειδήσεως εὖ μάλα ἀπεδέχετο. κἄπειτα τοὺς μὲν ὡς ἂν θεοῦ προδότας μηδὲ βασιλέως εἶναι ἀξίους ἀπέφαινε· πῶς γὰρ ἄν ποτε βασιλεῖ πίστιν φυλάξαι τοὺς περὶ τὸ κρεῖττον ἁλόντας ἀγνώμονας; διὸ καὶ βασιλικῶν οἴκων μακρὰν ἐλαύνεσθαι δεῖν τούτους ἐνομοθέτει, τοὺς δὲ πρὸς τῆς ἀληθείας μαρτυρηθέντας θεοῦ ἀξίους ὁμοίους καὶ περὶ βασιλέα εἰπὼν ἔσεσθαι, σωματοφύλακας καὶ αὐτῆς βασιλείας φρουροὺς κατέταττεν, ἐν πρώτοις καὶ ἀναγκαίοις φίλων τε καὶ οἰκείων χρῆναι φήσας τοὺς τοιούτους δεῖν περιέπειν καὶ μᾶλλον αὐτοὺς ἢ μεγάλων ταμεῖα θησαυρῶν περὶ πολλοῦ τιμᾶσθαι. 1.17.1 Ἀλλ' οἷος μὲν ὁ Κωνσταντίνου πατὴρ μνημονεύεται, ὡς ἐν βραχέσι δεδήλωται. ὁποῖον δ' αὐτῷ τοιῷδε περὶ τὸν θεὸν ἀποδειχθέντι παρηκολούθησε τέλος, καὶ ἐν πόσῳ τὸ διαλλάττον αὐτοῦ τε καὶ τῶν κοινωνῶν τῆς βασιλείας ὁ πρὸς αὐτοῦ τιμηθεὶς θεὸς διέδειξε, μάθοι ἄν τις τῇ τῶν πραγμάτων τὸν 1.17.2 νοῦν ἐπιστήσας φύσει. ἐπειδὴ γὰρ βασιλικῆς ἀρετῆς δοκίμια μακρῷ δεδώκει χρόνῳ, μόνον μὲν θεὸν εἰδὼς τὸν ἐπὶ πάντων τῆς δὲ τῶν ἀθέων κατεγνωκὼς πολυθεΐας, εὐχαῖς θ' ἁγίων ἀνδρῶν πάντα τὸν αὐτοῦ περιεφράξατο οἶκον, εὐσταλῆ λοιπὸν καὶ ἀτάραχον τῆς ζωῆς διεξήνυε τὸν βίον, οἷον αὐτὸ δὴ 1.17.3 τὸ μακάριον εἶναί φασι τὸ μήτε πράγματα ἔχειν μήτ' ἄλλῳ