1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

11

ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς. Ἀνάμνησαι τὸ πάθος τοῦ σωτῆρος, ὅσας ὕβρεις δι' ἡμᾶς ὑπέμεινεν. Οἱ μὲν γὰρ

αὐτὸν Σαμαρείτην ἐκάλουν, οἱ δὲ δαιμονῶντα καὶ γαστρίμαργον καὶ ψευδοπροφήτην. Λέγουσι γάρ· ἰδοὺ ἄνθρω πος φάγος καὶ οἰνοπότης καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Τί δέ, ὅτε ἦγον αὐτὸν κρημνίσαι καὶ ὅτε εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον καὶ ῥαπίσματα αὐτῷ ἐδίδουν; Τί δέ, ὅτε ὄξος καὶ χολὴν αὐτὸν ἐπότιζον, ὅτε τῷ καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυπτον; Τί δέ, ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες; Καὶ ὅτε περιῆγον αὐτῷ οἱ αἱμοβόροι ἐκεῖνοι κύνες καὶ ὅτε ἐπὶ τὸ πάθος ἤγετο γυμνὸς καὶ πάντες αὐτὸν κατέλιπον οἱ μαθηταί; Καὶ ὃς μὲν αὐτὸν ἠρνήσατο, ὃς δὲ παρέδωκεν, οἱ δὲ ἄλλοι ἐδραπέτευσαν καὶ μόνος εἱστήκει γυμνὸς ἐν μέσῳ τῶν ὄχλων ἐκείνων; ἑορτὴ γὰρ ἦν ἡ πάντας συνάγουσα τότε. Καὶ ὅτε ὡς πονηρὸν ἐν μέσῳ κακούργων αὐτὸν ἐσταύρωσαν καὶ ἄταφος ἐκρέματο καὶ ὅτε κατήγαγον αὐτὸν ἀπὸ τοῦ σταυροῦ, ἕως οὗ τις αὐτὸν ἐξήγαγεν, ἵνα θάψῃ αὐτόν; Καὶ ὅτε ψόγον πονηρὸν κατ' αὐτοῦ ἀπεφήναντο ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν καὶ οὐκ ἔστιν; Ὑπομνήσθητι δὲ καὶ τῶν ἀποστόλων ὅτι πανταχόθεν ἐδιώκοντο καὶ κατεκρύπτοντο ἐν ταῖς πόλεσι μὴ δυνάμενοι φανῆναι. Πῶς ὁ Πέτρος παρὰ τῷ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπώλιδι γυναικί, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παρρησίαν. Ἀλλ' ὕστερον πάντα ὁμαλὰ ἐγένετο αὐτοῖς. Οὕτω καὶ σὺ νῦν μὴ ἀθυμήσῃς. Ἤκουσα γὰρ κἀγὼ περὶ τοῦ λήρου ἐκείνου τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ μου, ὅτι ἔθλιψε τοὺς ἀδελφοὺς καὶ τὰς παρθένους μὴ θελούσας αὐτῷ κοινωνῆσαι. Πολλοὶ δὲ αὐτῶν δι' ἐμὲ καὶ ἐν τῇ φυλακῇ ἐναπέθεντο. Ὁ γὰρ προβατόσχημος ἐκεῖνος λύκος, ὁ σχῆμα μὲν ἔχων ἐπισκόπου, μοιχὸς δὲ ὑπάρχων-ὡς γὰρ ἡ γυνὴ μοιχαλὶς χρηματίζει ἡ ζῶντος τοῦ ἀνδρὸς ἑτέρῳ συναφθεῖσα, οὕτω καὶ οὗτος μοιχός ἐστιν-οὐ σαρκός, ἀλλὰ πνεύματος· ζῶντος γὰρ ἐμοῦ ἥρπασέ μου τὸν θρόνον τῆς ἐκκλησίας.

Καὶ ταῦτα ἐπέστειλα ἀπὸ Κουκουσῶν, ὅπου ἐκέλευσεν ἡμᾶς ἡ βασίλισσα ἐξορισθῆναι. Πολλαὶ δὲ θλίψεις κατὰ τὴν ὁδὸν συνήντησαν ἡμῖν, ἀλλ' οὐδενὸς ἐφροντίσαμεν. Ὅτε δὲ ἤλθομεν ἐν τῇ χώρᾳ τῶν Καππαδοκῶν τῆς Ταυροκιλικίας, χοροὶ ἡμῖν ὑπήντων πατέρων, ἁγίων ἀνδρῶν, οὐ μὴν ἀλλὰ καὶ πλήθη μοναζόντων καὶ παρθένων τὰς ἀθανάτους πηγὰς τῶν δακρύων ἐκχέοντες. Καὶ ἔκλαιον θεωροῦντες ἡμᾶς ἐν τῇ ἐξορίᾳ ἀπερχομένους καὶ ἔλεγον πρὸς ἑαυτούς· συνέφερεν, ἵνα ὁ ἥλιος συνέστειλε τὰς ἀκτῖνας αὑτοῦ ἢ ἵνα τὸ στόμα Ἰωάννου ἐσιώπησε. Ταῦτά με ἐθορύβησε καὶ ἔθλιψεν, ἐπειδὴ ἔβλεπον πάντας κλαίοντας περὶ ἐμοῦ. Ἐπὶ τῶν ἄλλων πάντων, ὅσα ἂν συνέβη, φροντίδα οὐκ ἐποίησα. Πάνυ δὲ ἡμᾶς ἐδέξατο ὁ ἐπίσκοπος δεξιωσάμενος τῆς πόλεως ταύτης καὶ πολλὴν ἀγάπην ἔδειξεν εἰς ἡμᾶς, ὥστε, εἰ δυνατὸν ἦν, καὶ τὸν θρόνον αὑτοῦ παρεχώρησεν ἡμῖν, εἰ μὴ τὸν ὅρον ἐφυλάττομεν. ∆έομαι οὖν καὶ ἀντιβολῶ καὶ τῶν γονάτων ἅπτομαι τῶν σῶν. Ἀπόρριψον τὸ πένθος τῆς ἀθυμίας σου καὶ ὑπὲρ ἡμῶν μνείαν ἔχε πρὸς τὸν Θεὸν καὶ γράψαι ἡμῖν παρακλήθητι.

2 Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Κυριακὸν ἐπιστολὴ δευτέρα Καὶ τὰ σώματα σφοδροῖς παλαίσαντα πυρετοῖς καὶ πελάγη ἀγρίοις πυκτεύσαντα πνεύμασιν οὐκ ἀθρόον οὔτε ἐκεῖνα τὴν ἀπὸ τῶν πυρετῶν βλάβην οὔτε ταῦτα τὴν ἀπὸ τῶν κυμάτων ἀποτίθενται ζάλην, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου, ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν