11
Αἱ δὲ ἔσω πόλεις ἀπενεμήθησαν τοῖς γνωστικοῖς· ἐπειδὴ γὰρ ἐν τρισὶν καταγίνεται ὁ γνωστικός, ἔν τε ἠθικῇ, φυσικῇ καὶ θεολογικῇ γνώσει, δεῖ τὸν ἀκουσίως φόνον ἐργαζόμενον, τουτέστιν ἀπείρως ἐπιβάλλοντα, ἐν μὲν τῇ ἠθικῇ διδασκαλίᾳ θυμὸν καὶ ἐπιθυμίαν παρὰ λόγον κινοῦντα εἰς τὴν πόλιν τῆς πραότητος καταφεύγειν τέλος γὰρ ἠθικῆς φιλοσοφίας ἡ πραότης ἐστίν , τὸν δὲ εἰς τὴν φυσικὴν θεωρίαν σφαλλόμενον καὶ ἀνεπιστημόνως ἐπιβάλλοντα, εἰς τὴν πόλιν τῆς ἐπιστήμης καταφεύγειν· τὸν δὲ εἰς τὴν θεολογίαν σφαλλόμενον δεῖ καταφεύγειν εἰς τὴν πόλιν τῆς πίστεως, μήπως τὸ παρεπόμενον τῆς ἀγνοίας πάθος καταλαβεῖν ἐξισχύσει καὶ ἀπολέσῃ τὸν μέτοχον αὐτοῦ.
Τί δέ ἐστιν τὸ «ἕως οὗ ὁ μέγας ἱερεὺς ἀποθάνῃ», μένειν δεῖ τὸν τοιοῦτον καὶ τότε εἰς τὴν ἔγκτητον αὐτοῦ γῆν ἐπανέρχεσθαι, ἀκόλουθον θεωρῆσαι. «Ἱερεὺς μέγας» ἐστὶν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· ὅτ᾽ ἂν οὖν εἰς τελείαν ἀπάθειαν ἔλθωμεν καὶ μηκέτι προσάγωμεν αὐτῷ τι τῶν τοῦ κόσμου τούτου, εἴτε λόγους εἴτε νοήματα, καὶ ἁπλῶς ὅτ᾽ ἂν ὑπὲρ αἴσθησιν καὶ ἔννοιαν γενώμεθα καὶ «μηκέτι Χριστὸν κατὰ σάρκα γινώσκομεν», τότε ἀπέθανεν ἡμῖν ὁ μέγας ἱερεύς, μηκέτι παρ᾽ ἡμῶν ἔκ τινος τῶν γεγονότων λατρείαν δεχόμενος· καὶ λοιπὸν εἰς τὴν ἔγκτητον ἡμῶν γῆν ἀποκαθιστάμεθα, τουτέστιν τὴν ἐν αὐτῷ τῷ Θεῷ, ἐν ᾧ οἱ τῶν ἀρετῶν λόγοι εἰσίν.
ΕΡΩΤΗΣΙΣ 30 Τίνες αἱ ῥάβδοι ἃς ὁ Ἰακὼβ λεπίσας ἔθηκεν εἰς τὰ ποτιστήρια 14Α_054 καὶ
τίς ἡ Ῥαχὴλ ἡ τὰ εἴδωλα κλέψασα καὶ τίς ἡ τερέβινθος ἐν ᾗ ταῦτα ὁ Ἰακὼβ κατέκρυψεν;
ΑΠΟΚΡΙΣΙΣ Πᾶς Ἰακώβ, τουτέστιν 'πτερνιστής,' λεπίζει τὰς ῥάβδους, τουτέστιν τοὺς
λόγους τῶν ὄντων καθαροὺς ποιῶν τῶν ἐπικειμένων αὐτοῖς ὑλικῶν σχημάτων τίθησιν ἐν τοῖς ποτιστηρίοις, τουτέστιν ἐν τῇ ἕξει τῆς γνώσεως, ἵνα οἱ δίκην προβάτων μαθητευόμενοι τῇ μαθήσει ἐν αὐτῇ ἐνκισσῶντες ἀποτυπῶνται πρὸς τὴν αὐτῆς μίμησιν. Πᾶσα οὖν ψυχὴ μαθητευθεῖσα οὕτως κλέπτει τὰ εἴδωλα τοῦ ἰδίου πατρὸς τοῦ κακῶς αὐτὴν πρότερον τῇ κακίᾳ γεννήσαντος. Εἰσὶν δὲ τὰ εἴδωλα μὴ ἐνόντα φυσικῶς τοῖς ὁρωμένοις, ἀλλ᾽ «ἐκ τοῦ κακοῦ πατρὸς τοῦ διαβόλου» εἰδωλοποιούμενα πρὸς ἀπάτην σχήματα· ἅπερ κλέπτει καλῶς ὁ κατὰ τὸν Ἀπόστολον πάντα αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Κρύπτει δὲ ταῦτα ἐν τοῖς σάγμασιν τῶν καμήλων· κάμηλον ἐνταῦθα τὸ σῶμα λάβε διὰ τὸ σκολιὸν καὶ ὅτι διόλου τὰ ἴχνη τῶν ποδῶν τῇ γῇ ἐντυποῦσα ἡ κάμηλος τὸ ἐκ τῆς παραβάσεως γενόμενον σκολιὸν καὶ ἐμπαθὲς ἡμῶν δηλοῖ σῶμα· σάγματα δέ εἰσιν οἱ διάφοροι τῆς ἀσκήσεως τρόποι, οἷς ἐπικαθημένη ἡ ψυχὴ διαφεύγει τὸν ἐρευνῶντα τῆς κακίας πατέρα καὶ ζητοῦντα τὰ πρὸς ἐξαπάτην ἐπινοηθέντα αὐτῷ εἴδωλα, ἅπερ διὰ τῆς ὑψηλῆς περὶ αὐτῶν ἀναγωγῆς καὶ θεωρίας καλῶς ἐξ αὐτοῦ ἀποσπάσασα κατέκρυψεν ἐν τοῖς πιέζουσιν τὸ σῶμα ἡμῶν τῆς ἐγκρατείας σάγμασιν. Ὅτ᾽ ἂν δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἔλθῃ, τουτέστιν εἰς τὴν τελείαν γνῶσιν, τότε κελεύεται καὶ ταῦτα περιελέσθαι, τουτέστιν τὰ κλαπέντα καλῶς πρὸς ἡμετέραν ἀναγωγήν, εἴτε ἠθικωτέρους τρόπους ὥσπερ ἱμάτιον εἴτε τοὺς φυσικοὺς λόγους ἐξ αὐτῶν ἐνωτιζομένους ὥσπερ ἐνώτια. Ταῦτα γὰρ ὁ διορατικὸς νοῦς λαβὼν ἐν τῇ τερεβίνθῳ κατέκρυψεν, τουτέστιν ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ· πᾶσα γὰρ 14Α_056 πρᾶξις καὶ γνῶσις ἐν αὐτῷ ἐνκέκρυπται. Τερεβίνθῳ δὲ ὁ σταυρὸς παρεικάζεται ἐπειδὴ ἐν μὲν τῷ χειμῶνι ἀτερπές ἐστιν πάνυ τὸ δένδρον, ἐν δὲ τῷ ἔαρι εὐωδέστατον πάνυ καὶ τερπνότατον· οὕτως καὶ ὁ σταυρὸς τοῦ Κυρίου ἐν μὲν τῷ παρόντι βίῳ ἐξουδενώσεως δοκεῖ ἔχειν εἶδος, ἐν δὲ τῷ μέλλοντι πολλῆς εὐωδίας καὶ δόξης ἐκπέμπει εὐπρέπειαν.