1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

11

φιλοσοφίαν· ὕβρεως τὴν ἱερωσύνην ἀπαλλάξατε· ταύτην ἡμῖν χαρίσασθε τὴν ἀτέλειαν. Ῥᾴδιον δὲ ὑμῖν βουληθεῖσι τοῦτο· τοῖς γὰρ ὑμετέροις νεύμασιν ἀκολουθεῖ τὰ πράγματα. Βουλήσεσθε δὲ εὖ οἶδ' ὅτι, καὶ κοινὰς καὶ ἰδίας χάριτας παρέχειν ἐσπουδακότες. 34 ΜΑΡΑΝΑ ΣΧΟΛΑΣΤΙΚΩ. Οὐκ οἶδα ὅ τι σε προσείπω, ἄφιλον ἢ μισόπολιν; τὸ μὲν γὰρ ἀληθὲς ἀγνοῶ· δυοῖν δὲ θάτερον ὑπονοεῖν με παρασκευάζει τὸ μηδεμιᾷ τῶν ἑορτῶν πρὸς ἡμᾶς παραγενέσθαι, ἀλλὰ προτιμῆ σαι φιλίας καὶ πατρίδος ἀγρὸν καὶ ζεύγη καὶ σκαπάνας ἢ τοὺς περὶ χρεῶν καὶ ὅρων ζυγομαχοῦντας καὶ παρὰ τὰ ζυγὰ τῆς σῆς θέοντας ψήφου. Ἐγὼ δὲ λίαν ἀσχάλλω ὑπὸ τῶν ἐκγόνων τὴν πατρίδα ὑβριζομένην θεώμενος καὶ περιιδεῖν οὐκ ἀνέξομαι. Ἵνα τοίνυν τοιαύτην φύγῃς γραφήν, κατάλαβε τὴν ἐνεγκοῦσαν καὶ ποίησον λαμπροτέραν τῇ παρουσίᾳ· ἄτοπον γὰρ τὸν μὲν ἀγρὸν τῇ σῇ οἰκήσει φαιδρύνεσθαι, τὴν δὲ πόλιν τῇ σῇ ἀποδημίᾳ σμικρύνεσθαι. 35 ΡΩΜΥΛΩ Καὶ πατέρες τῶν σωφρονούντων παίδων οἰκειοῦνται τὴν εὔκλειαν καὶ δεσπόται τῶν εὔνων οἰκετῶν περὶ πολλοῦ ποιοῦν ται τὴν θεραπείαν. Εἰ δὲ παρ' ἀνθρώποις τοιοῦτος πολιτεύε ται νόμος, ἔνθα φθόνος πολλάκις κρατεῖ, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ τοῦ ἀγαθοῦ καὶ ἀπαθῶς πάντας εὐεργετεῖν πεφυκότος. ∆ιὸ νῦν μὲν Ἀβραὰμ λέγει· Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, νῦν δὲ τοῖς ἱεροῖς ἀποστόλοις· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται · Ἐπειδὴ τοίνυν οἰκείαν ἡγεῖται τὴν τῶν τρο φίμων τιμήν, παρακλήθητι, θαυμασιώτατε, τοὺς Προφήτας αὐτοῦ, τοὺς ἁγίους Ἀποστόλους τῇ παρουσίᾳ τιμῆσαι. 36 ΘΕΟ∆ΟΤΩ ΑΡΧΟΝΤΙ. Παιδίοις μὲν ἡ μορμὼ φοβερά, μειρακίοις δὲ παιδαγωγοὶ καὶ διδάσκαλοι, τοῖς δὲ εἰς ἄνδρας τελοῦσι ἤδη πάντων ἐστὶ φοβερώτατον δικαστὴς καὶ βῆμα καὶ κήρυκες καὶ ῥαβδοῦχοι καὶ εἰσπράξεις· ἂν δὲ δὴ καὶ ἀπορία τούτοις προσῇ, διπλοῦν τὸ δέος γίνεται. Τί δήποτε ταῦτα διεξῆλθον, ἐγὼ τὴν σὴν ἀρετὴν διδάξω. Ἐγκαίνια τῶν ἀποστολικῶν καὶ προφητικῶν σηκῶν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Γορπιαίου μηνός, Θεοῦ νεύοντος, προσδοκῶμεν ἐπιτελέσαι. ∆εδίασι δὲ τὴν σὴν παρου σίαν οἱ παρ' ἡμῖν, ὡς ἔφην, πολιτευόμενοι. ∆εδίασι δὲ οὐ τὸν πραότατον Θεόδοτον, ἀλλ' ὃ περίκεισαι τῆς ἀρχῆς προσω πεῖον· οὗ χωρίς, πολλοῦ ἂν ἐπριάμεθα καὶ παρεῖναι ἡμῖν ἑορτά ζουσι καὶ κοινωνεῖν τῆς πανηγύρεως καὶ τὴν πόλιν κοσμεῖν καὶ κορυφαῖον εἶναι τῶν συνιόντων. Παρακλήθητι τοίνυν, ὦ ἄριστε, ἱερομηνίᾳ τὸν Γορπιαῖον δοῦναι καὶ τοῦτον ἀναθεῖναι Θεῷ καὶ τοῖς τοῦ Θεοῦ ἐρασταῖς καὶ ἐρωμένοις. Οὕτω γὰρ καὶ ἀπὼν κοινωνήσεις τῆς πανηγύρεως, ἡσυχίᾳ καὶ ἀνακωχῇ τοὺς ἁγίους Ἀποστόλους καὶ Προφήτας γεραίρων, καὶ τῆς παρ' αὐτῶν εὐλογίας ἀπολαύσεις, καὶ <τὸν> Θεὸν θερα πεύσεις τὸν τῇ τιμῇ τῶν ἁγίων τερπόμενον, χαριῇ δὲ καὶ ἡμῖν τοῖς εἰρήνην καὶ θυμηδίαν κεχυμένην ἐν τῇ ἑορτῇ ἐκείνῃ ἐφιεμένοις καὶ εὐχομένοις. 37 ΝΕΩΝΙ ΑΡΧΟΝΤΙ. Οὗτος ἡγεμονίας ὅρος· αὕτη ἀρχὴ δικαία καὶ συμφέρουσα τοῖς κοινοῖς. Ἡ γὰρ τῶν ἀρχομένων ἐπιμέλεια οὐ τούτους μόνον εὐεργετεῖ, ἀλλὰ καὶ τοὺς τὴν ἀρχὴν ἐγχειρήσαντας ὀνίνησιν ὅτι μάλιστα. Οἱ μὲν γὰρ ἀμέτρως θατέρου μέρους κηδόμενοι ἑκατέρῳ λυμαίνονται· οἱ δὲ τὸ δραστήριον κεραν νύντες ἡμερότητι, καὶ φιλανθρωπίᾳ τῆς πράξεως ἀμβλύνοντες τὸ σφοδρόν, καὶ τὸ μέτρον τιμῶντες, κατὰ τὸν φιλόσοφον