11
ἔκκοψον αὐτὸν καὶ ἔξω τῆς ἐκκλησίας κατάστησον κρεῖττον εἶναι νομίσας ἐκεῖνον μόνον γενέσθαι ἀλλότριον τῆς βασιλείας τῶν οὐρανῶν διὰ τὴν ἑαυτοῦ μοχθηρίαν ἢ καὶ ἄλλους ἑαυτῷ συναποξενῶσαι ταύτης. 104 Mt 18, 8-9 Οὐ τὰ μέλη ἐκκόπτειν διδασκόμεθα, ἀλλὰ τὰ πάθη τῶν μελῶν καὶ τοὺς εἰς τόπον μελῶν φίλους, εἰ καὶ ἐπιχειροῦσιν τῷ σκανδαλίζειν. 105 Mt 18, 10 Ὁρᾶτε μέντοι, φησίν, ὅπως ἂν μὴ πάντη καταφρονήσητε τῶν διὰ κακίαν τῆς ἐκκλησίας ἐξεωσμένων· οὐδὲ γὰρ μίσει τινὶ καὶ ἀποστροφῇ τοὺς τοιούτους ἐκβάλλεσθαι βούλεται, ἀλλὰ φειδοῖ τούτων, οἳ βλάβης τινὸς καὶ ταραχῆς αἴτιοι τῇ οἰκείᾳ μοχθηρίᾳ πολλάκις καθίστανται. ὡς εἴγε δυνατὸν εἴη, καὶ τούτους μεταβαλλομένους αὖθις πρὸς τὸ κρεῖττον ἰδεῖν τοῦτο πάντων ἐμοὶ προτιμότερον εἶναι νενόμισται. ἢ μικροὺς λέγει τοὺς ἀτελεῖς τῇ γνώσει, τοὺς ἄρτι βαπτισθέντας, οὓς οὐ θέλει ὑπερορᾶσθαι ἐν τῇ διδασκαλίᾳ ὡς ἀγνῶτας. 106 Mt 19, 3 Ὥσπερ γὰρ ἄτοπον τὸ ἐκβάλλειν τὴν σώφρονα, οὕτω τὸ κατέχειν μοιχαλίδα ἀσεβὲς κατὰ τὸ γεγραμμένον εἰς Σολομῶνα.
107 Mt 19, 29 Ἑκατονταπλασίονα δὲ λέγει τὰ πολλὰ πρὸς τὸ ἀσυγκρίτως
ἄμεινον τῶν ἐσομένων ἐν οὐρανοῖς. πλὴν ἐπείπερ ὁ Μᾶρκος λέγει πολλαπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, λεκτέον πάλιν περὶ τῶν πνευματικῶν χαρισμάτων πολὺ τὰ ἐπίγεια παρατρεχόντων, ἅπερ εἰσὶν ἀρραβῶνές τινες τῶν μελλόντων ἀγαθῶν, ἅπερ οἱ ἔχοντες ἐν μεγίσταις εἰσὶ τιμαῖς πάντων σχεδὸν ἀνθρώπων προστρεχόντων τοῖς ἁγίοις, ἵνα δι' αὐτῶν ἀπολαύσωσι τῆς θείας χάριτος.
108 Mt , 1-16 Ἡ παραβολὴ τοὺς κατὰ διαφόρους ἡλικίας πιστεύσαντας <δείκνυσι>, οὐ τὸν χρόνον ζητοῦσα, ἀλλὰ τὴν ἐν πίστει καθαρότητα καὶ ἐν ἀρετῇ διαγωγὴν λαμπράν. οἰκοδεσπότην δὲ τὸν θεὸν λέγει, ἀμπελῶνα δὲ τὸ τῆς εὐσεβείας πολίτευμα, ἐργάτας τοὺς κατὰ διαφόρους χρόνους πιστεύσαντας, ἐσχάτους δὲ καλεῖ τοὺς ἐν ἀπιστίᾳ ζήσαντας ἐν τιμαῖς ὄντας, οὓς ὁρῶντες τιμωμένους οἱ ἐκπαθεῖς ἐν τῇ ἐκκλησίᾳ ἄχθονται πολλάκις, ἐὰν ὁμοίως αὐτοῖς τιμῶνται. πολλῶν δὲ ἀσκούντων ἀρετὰς ὀλίγοι εὑρίσκονται ἐκλεκτοὶ οἱ τῆς πρώτης τιμῆς ἀξιούμενοι. δοκεῖ δέ μοι καὶ Ἰουδαίους αἰνιττόμενος καὶ τοὺς δεξαμένους μὲν τὴν πίστιν, βίον δὲ οὐκ ἄξιον ἀποδειξαμένους· ὁμοίως ὁ μακάριος Ἰωάννης κατὰ τὴν δευτέραν ἐπιβολήν.
111 Mt 21, 17 Ὡς ἄοικος παρὰ τὸ ὄρος τῶν ἐλαιῶν ηὐλίζετο ὁ Χριστός. 112 Mt
21, 33-41 Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν θεὸν καὶ πατέρα τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐνδειξάμενον καὶ τὸ ἄνωθεν μέχρι τέλους τῶν Ἰουδαίων φιλόνεικον περὶ τὸν θεόν. ἀμπελὼν δέ ἐστιν ὁ Ἰσραήλ, ὃν κατεφύτευσεν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· φραγμὸς ὁ νόμος οὐκ ἐῶν αὐτοὺς ἐπιμιγῆναι τοῖς ἔθνεσιν, ληνὸς τὸ θυσιαστήριον, πύργος ἡ Σιών, γεωργοὶ οἱ διδάσκαλοι, δοῦλοι οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οὓς ἀπέκτειναν· υἱὸς ὁ Ἰησοῦς, ὃν ἀπέκτειναν καὶ τὰ δεινὰ ὑποστάντες ὑπὸ Ῥωμαίων ἔξω αὑτοὺς ἐποίησαν τοῦ θεοῦ ἀντεισενεχθέντων εἰς τὸν τῶν Ἰουδαίων τόπον τῶν μαθητῶν καὶ ἀποστόλων, οἳ καὶ ἀποδεδώκασιν τοὺς καρποὺς ἐν θεοσεβείᾳ ζήσαντες ἐναρέτως.
113 Mt 22, 2-3 Γάμον λέγει τὴν ἁρμονίαν καὶ συνάφειαν τοῦ υἱοῦ τὴν
γενομένην πρὸς τὴν ἐκκλησίαν· τοὺς δὲ ἀποστελλομένους καλέσαι τοὺς κεκλημένους τοὺς μαθητάς, μεθ' οὓς ἔπεμψε τοὺς ἑβδομήκοντα. 114 Mt 23, 16 Ἐπειδὴ τὸν χρυσὸν ἐθαύμαζον μᾶλλον τοῦ ναοῦ, ὑπὲρ τὸν ναὸν ἐτίμων αὐτόν, δέον μὴ τὴν ὕλην τιμᾶν, ἀλλὰ τὸ ὄνομα, ὅτι θεοῦ ὀνόματι ὁ ναὸς ὑπέκειτο καὶ ὁ χρυσὸς δηλονότι διὰ τὸ τοῦ θεοῦ ὄνομα τίμιος ἀπεδείκνυτο.