12
τοῖς οὐκ οὖσι θεοῖς, ἀλλ' ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι, καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ' αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη, ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται.
18 Τίς οὖν ἀπολογία, τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ' ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν; ἐκ μὲν γὰρ τῶν λεχθέν των μικρῷ πρότερον, ἀνθρώπους αὐτούς, καὶ ἀνθρώπους οὐ σεμνοὺς ὄντας, ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται, καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ' αὐτῶν εὑρεθεῖσι τῷ βίῳ χρησίμοις, λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι. Ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐσχη κέναι, Ποσειδῶν δὲ τὴν τοῦ κυβερνήτου· καὶ Ἥφαιστος μὲν χαλ κευτικήν, Ἀθηνᾶ δὲ τὴν ὑφαντικήν· καὶ Ἀπόλλων μὲν τὴν μουσικήν, Ἄρτεμις δὲ τὴν κυνηγετικήν, καὶ Ἥρα στολισμόν, ∆ήμητρα γεωρ-γίαν, καὶ οἱ ἄλλοι ἄλλας, ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο. ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀναθεῖναι, ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων φύσει, εἰς ἣν ἀτενίζοντες ἄνθρωποι τὰς τέχνας ἐφευρίσκουσι. τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστή μονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη, ἀλλὰ μᾶλλον ἀνθρώπους. οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι, ἀλλ' ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο. ὄντες γὰρ ἄνθρωποι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῇ ἀνθρωπίνῃ διανοίᾳ καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες, καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν. ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν, καθ' ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν. γράμματα μὲν γὰρ ἐφεῦρον Φοίνι κες, ποίησιν δὲ ἡρωϊκὴν Ὅμηρος· καὶ διαλεκτικὴν μὲν Ζήνων ὁ Ἐλεάτης, ῥητορικὴν δὲ τέχνην Κόραξ ὁ Συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν Ἀρισταῖος, σίτου δὲ σπορὰν Τριπτόλεμος· καὶ νόμους μὲν Λυκοῦργος ὁ Σπαρτιάτης καὶ Σόλων ὁ Ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια Παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀπήγ γειλαν χρήσιμα, κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν. εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι, καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοί, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ' αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ Θεοῦ τιμῆς, ἀλλ' ἀνθρώπους ἐπιγινώσκουσιν· ἀκολουθεῖ καὶ τὸν ∆ία καὶ τὴν Ἥραν καὶ τοὺς ἄλλους μηδὲ ὀνομάζεσθαι θεούς, ἀλλὰ καὶ αὐτοὺς ἀνθρώ πους γεγενῆσθαι πιστεύειν, καὶ κατὰ περιττὸν ὅτι μηδὲ σεμνοὶ γεγόνασιν, ὡς καὶ ἀπ' αὐτῆς τῆς τῶν ἀγαλμάτων γλυφῆς οὐδὲν ἕτερον ἢ ἀνθρώπους αὐτοὺς ἐλέγχουσι.
19 Τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν ἢ τὴν ἀρρένων καὶ γυναικῶν, καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν πετεινῶν παντοίων, τετραπόδων ἡμέρων τε καὶ ἀγρίων, καὶ ἑρπετῶν, ὅσα γῆ καὶ θάλαττα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει; εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι, καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας, ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ Θεῖον ἀνεπλάσαντο κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες. τετραπόδων τε γὰρ εἰκόνες καὶ ἑρ πετῶν, καὶ πετεινῶν εἰσι παρ' αὐτοῖς, καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησιν· Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, καὶ ἤλλα ξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι