12
λύσας·» καὶ τί τὸ μεσότοιχον διασαφῶν, ἐπιλέγει· «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας» ἐκποδὼν μεταστησάμενος τὸ μεσότοιχον τοῦ Μωϋσέως νόμου, ὅπερ ἡμᾶς τοὺς ἐξ ἐθνῶν τῆς κατὰ Θεὸν ἀπείργει εὐσεβείας, διὰ τὸ μηδὲ βουλομένοις δυνατὸν εἶναι πᾶσι τοῖς ἔθνεσι κατὰ Μωϋσέα πολιτεύσασθαι.
ζʹ. Ὥσπερ οὖν συνεστήσαμεν ἐν ταῖς Εὐαγγελικαῖς ἀποδείξεσι, τὴν κατὰ τὸ Εὐαγγέλιον τοῖς πᾶσι προεβάλετο πολιτείαν, τοῦ πρώτου τῆς εὐσεβείας τρόπου τελείαν καὶ λαμπροτέραν τὴν γένεσιν πεποιημένου, μετὰ τοῦ τῇ χειρὶ συνεπάγεσθαι τὸ μαρτύριον τοῦ πρῶτον αὐτὸν γεγονέναι· ὁ γοῦν διὰ τοῦ σωτηρίου Εὐαγγελίου πᾶσι τοῖς ἔθνεσι παραδοθεὶς βίος, οὗτος ἦν ἐκεῖνος ὁ καὶ πρὸ Μωϋσέως τὴν χεῖρα προτείνας, καὶ τὴν πρᾶξιν διὰ τῶν πρώτων θεοφιλῶν ἀνδρῶν ἐπιδεδειγμένος· οὗτός τε οὗτος ἦν ὁ Ζαρᾶ τῆς ἐνθέου πολιτείας τὴν πρώτην ἐν ἀνθρώποις ἀνατολὴν καταβεβλημένος· γέγονέ τε ὁ αὐτὸς, ἀρχὴ καὶ τέλος, πρῶτός τε καὶ ὕστατος, ἀνατολή τε μικρὰ καὶ ὑστάτη πάλιν εἰς πάντας ἐκλάμψασα ἀνθρώπους. Πλὴν ἀλλὰ κἀκεῖνο προσήκει τοῖς εἰρημένοις ἐπιθεῖναι, ὡς ἡ βίβλος τῆς γενέσεως Ἰησοῦ Χριστοῦ οὐκ ἀπὸ τοῦ τῶν δυοῖν πρώτου, λέγω δὲ τοῦ Ζαρᾶ, τὸν γενεαλογούμενον φῦναι εἰσάγει, ἀλλ' ἀπὸ τοῦ δευτέρου τοῦ Φαρές· ἐπεὶ γέγονε κατὰ σάρκα ἐκ φυλῆς καὶ σπέρματος τοῦ δευτέρου· οὐ μόνον γεννώμενος ἐκ γυναικὸς, ἀλλὰ καὶ γενόμενος ὑπὸ νόμον, ἵνα καὶ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, κατὰ τὴν τοῦ Ἀποστόλου καὶ περὶ τούτου μαρτυρίαν.
Ηʹ. ∆ιὰ τί τῆς τοῦ Οὐρίου γυναικὸς ἐμνήσθη ἐπὶ τῆς γενεαλογίας ὁ
εὐαγγελιστής.
αʹ. Μονονουχὶ διὰ τοῦ φάναι, «∆αβὶδ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,» τοιοῦτόν τι ἔοικε δηλοῦν ἡ βίβλος αὕτη τῆς Ἰησοῦ Χριστοῦ γενέσεως, τὰς λιτανείας καὶ τὰς ἱκεσίας τοῦ ∆αβὶδ ὅσον οὔπω προχωρήσειν εἰς τέλος εὐαγγελίζεται· περιέχει γοῦν τὴν οἰκονομίαν Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος τῶν ὅλων καὶ ἰατροῦ, δι' οὗ μόνου ἐλπὶς ἦν καὶ τῷ ∆αβὶδ τῆς κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα ἁμαρτίας ἀπολυθήσεσθαι, καὶ τῆς ἐν τῷ θανάτῳ καθείρξεως ἐλευθερωθήσεσθαι· τούτου γοῦν Ἰησοῦ Χριστοῦ τὴν μέχρι θανάτου παρουσίαν, δι' ἧς ἤμελλε καὶ ἡ τοῦ ∆αβὶδ ἀπολυτροῦσθαι ψυχὴ, θεσπίζων ἐν τοῖς Ψαλμοῖς αὐτὸς ὁ ∆αβὶδ, τὰ περὶ τῆς ἐκεῖσε καθόδου τοῦ Σωτῆρος, τά τε περὶ τῆς ἑαυτοῦ σωτηρίας ἐδήλου δι' ὧν ἔφασκε· «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.» Καὶ τό· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Καὶ τό· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην.» Καὶ τό· «Ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Τίς δ' ἦν ὁ καταβὰς καὶ ἀναγαγὼν αὐτὸν ἐκ τῶν ἀβύσσων; τίς δ' ὁ σώσας αὐτὸν ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον; ἀλλ' οὗτος ᾧ τῆς γενέσεως τὴν βίβλον ὁ θαυμάσιος εὐαγγελιστὴς ἀναγράφει, μετὰ τῶν ἄλλων καὶ τὰ περὶ τοῦ ∆αβὶδ ἀγαθὰ πᾶσιν ἡμῖν εὐαγγελιζόμενος.
βʹ. Οἶμαι δὲ τούτῳ τῷ πτώματι περιπεσεῖν τὸν ∆αβὶδ διὰ μίαν ταύτην φωνὴν, ἣν ἐν τῷ εἰκοστῷ καὶ 22.913 ἐννάτῳ προήκατο ψαλμῷ· «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα·» τὸ γὰρ μέγα φρονῆσαι καὶ τοιοῦτον προΐεσθαι ῥῆμα ὅτι οὐκ ἄν ποτε σαλευθῇ, μένοι δὲ ἄτρεπτος καὶ ἀπαθὴς ἐν τῇ εὐθηνίᾳ αὐτοῦ, ὑπέρογκον ἦν καὶ ὑπερήφανον, καὶ οὐχ ὅμοιον τῷ «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων αὐτήν·» ἐν εὐθηνίᾳ οὖν τῶν παρὰ τῷ Θεῷ ἀγαθῶν γενόμενος, καὶ ἐπὶ μέγα προκόψας ἀρετῆς, ἐτόλμησε φάναι, «οὐ μὴ