1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

13

εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτι μίας. προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις, ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡς παραδοθέντες ἐν τῷ ἀποστραφῆναι τὸν Θεὸν αὐτοὺς οὕτως ἐν αὐτοῖς κυλίονται, καὶ ἐν ἀλόγοις τὸν τοῦ Λόγου Πατέρα Θεὸν ἀπεικάζουσι. Περὶ ὧν οἱ παρ' Ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες, ἐλεγχόμενοι μὲν οὐκ ἀρνοῦνται ἀνθρώπων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους τοὺς φαινομένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ λέγουσι διὰ τοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων τὸ Θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν. οἱ δὲ ἔτι τούτων φιλο σοφώτεροι καὶ βαθύτερα λέγειν νομίζοντές φασι διὰ τοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων, ἵνα διὰ τούτων ἐπιφαινόμενοι γνωρί ζωσιν αὐτοῖς περὶ τῆς τοῦ Θεοῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις, οἷς ἐντυγχάνοντες δύνανται γινώσκειν περὶ τῆς τοῦ Θεοῦ καταλήψεως, ἀπὸ τῆς δι' αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας. ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι· μὴ γένοιτο. ἐὰν δέ τις ἐξετάσῃ τὸν λόγον μετ' ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ.

20 Εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ' ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται Θεὸς διὰ τούτων; πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφήν; εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς, καὶ μή, πρὶν πλασθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν Θεόν; μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν, συγκλείοντες ἕνα λίθον ἢ ξύλον ἢ χρυσοῦ μέρος, πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας. εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων, καὶ μὴ μᾶλλον δι' αὐτῶν τῶν φύσει ζώων, ὧν εἰσι μορφαὶ τὰ γλύμματα, τὸν Θεὸν ἐπιφαίνεσθαι; καλ λίων γὰρ ἂν ἡ περὶ τοῦ Θεοῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει, εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο, καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ' οἷς μάλιστα καθ' ἑαυτῶν ἀσέβειαν ἐργάζονται. τὰ γὰρ φύσει ζῶα τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι ἢ διὰ τὴν ἀγριότητα ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες θεοποιοῦσιν. ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αὐτοὺς ἢ τοὺς τούτων τύπους ἐν τούτοις προσκυνεῖσθαι. ἢ τάχα τούτων μὲν οὐδέν, οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς Θεοῦ παρουσίας ἐστί· μόνη δὲ ἡ μετ' ἐπιστήμης τέχνη τὸ Θεῖον ἐκκαλεῖ ται, ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα. ἀλλ' εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾷ τὸ Θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις; εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ Θεός, καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους τῆς τέχνης ὄντας ἀρχηγοὺς προσκυνεῖσθαι καὶ θρησκεύεσθαι, ὅσῳ καὶ λογικοὶ καὶ τὴν ἐπι στήμην ἔχουσιν ἐν ἑαυτοῖς.

21 Περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ Θεοῦ ἐπι φάνειαν ταῦτα ὑμῖν πεποίηται, ὦ Ἕλληνες, ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διὰ τί τὰ ἀγάλματα, δι' ὧν ἐπικαλεῖσθε τὰς δυνά μεις, κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε; χάριν γὰρ τῆς περὶ Θεοῦ καταλήψεως γλύφοντες τὰς μορφάς, ὥς φατε, αὐτοῦ τοῦ Θεοῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε, πρᾶγμα πάσχοντες οὐκ εὐαγές. ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ Θεοῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρό τητος, καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν Θεὸν δι' αὐτῶν,