13
Ἆρ' οὖν ἐξώσομεν 698 τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον τῆς αὐτῷ προσούσης οὐσιώδους ὑπεροχῆς καὶ τῆς πρὸς αὐτὸν ἀκριβοῦς ἐμφερείας, καὶ τῆς ἀγγέλων εὐκλείας ἡττώμενον βλέποντες διὰ τὸ τῆς οἰκονομίας σμικροπρεπές; {Β} Οὐμενοῦν. Οἶμαι γὰρ δεῖν οὔτε τῶν ἀνθρωπίνων ἀπαλλάττειν παντελῶς τὸν ἐκ Θεοῦ Λόγον μετὰ τὴν πρὸς σάρκα σύνοδον, οὔτε μὴν δόξης τῆς θεοπρεποῦς ἀποστερεῖν τὸ ἀνθρώπινον εἰ ἐν Χριστῷ νοοῖτο καὶ λέγοιτο. Πλὴν ἐρομένους ἴσθι τοί τινας· Τίς δὴ ἄρα ἐστὶν ἀληθῶς Ἰησοῦς ὁ Χριστός; Ὁ ἐκ γυναικὸς ἄνθρωπος, ἢ γοῦν ὁ ἐκ Θεοῦ Λόγος; {Α} Ἠλίθιον μὲν κομιδῇ τὸ διατείνεσθαι περιττὰ καὶ φληνάφοις εἰκαιομυθίαις ἀνταναφωνεῖν. Ἐρῶ δ' οὖν ὅτι σφαλερόν τε καὶ οὐκ ἀζήμιον τὸ διατέμνειν εἰς δύο καὶ ἀναμέρος ἱστᾶν ἄνθρωπόν τε καὶ Λόγον, οὐκ ἀνεχομένης τῆς οἰκονομίας, καὶ Χριστὸν ἕνα βοώσης τῆς θεοπνεύστου Γραφῆς. Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναόν, οὐχ ἑνωθέντα τῷ Λόγῳ, Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι. Ἀνθρωπότητι γὰρ καθ' ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός, ἀνωτέρω μὲν ἀνθρωπότητος ὡς φύσει Θεὸς καὶ Υἱός, ὑφιζάνων δέ τι βραχὺ τοῦ ἐν δόξῃ θεοπρεποῦς ὡς ἄνθρωπος. Τοιγάρτοι ποτὲ μὲν ἔφασκεν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὁτὲ δὲ αὖ πάλιν· Ὁ Πατήρ μου μείζων μού ἐστιν. Οὐ μείων γὰρ ὢν τοῦ Πατρὸς κατά γε τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ κατὰ πᾶν ὁτιοῦν τὸ ἰσοστατοῦν, ἐν ἐλάττοσιν εἶναί φησι διὰ τὸ ἀνθρώπινον. Κηρύττεται δὲ καὶ διὰ τῶν ἱερῶν Γραμμάτων ποτὲ μὲν ὡς ὅλος ὢν ἄνθρωπος, σεσιωπημένης αὐτοῦ τῆς θεότητος οἰκονομικῶς, ποτὲ δὲ αὖ πάλιν ὡς Θεός, σεσιγημένης αὐτοῦ τῆς ἀνθρωπότητος. Ἀδικεῖται δὲ κατ' οὐδένα τρόπον διὰ τὴν ἀμφοῖν εἰς ἑνότητα σύμβασιν. {Β} Πῶς λέγεις; Συνίημι γὰρ οὐ σφόδρα. {Α} Ὁ Ἑβραῖος ἐξ Ἑβραίων καὶ φυλῆς Βενιαμίν, ὁκλητὸς ἀπόστολος, ἐπιστέλλει τοῖς διὰ πίστεως δεδικαιωμένοις καὶ κατανεκρώσασι τὰ μέλη τῆς σαρκός, πορνείαν δὴ λέγω καὶ πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν· Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Αὐτός γε μὴν ἔφη περὶ τῶν ἑαυτοῦ μαθητῶν· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί 699 σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. Ὅτε ἤμην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς. Συνίης οὖν ὅπως ἀπὸ μόνης ὥσπερ ἡμῖν τῆς ἀνθρωπότητος ἔν γε τουτοισὶ κατασημαίνεσθαι δοκεῖ. {Β} Ὀρθότατα ἔφης. {Α} Οἰησόμεθα γὰρ οὔτι που κεκρύφθαι τε καὶ ἀποδημεῖν τοῦ κόσμου, καίτοι λέγοντα σαφῶς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅπου ἐὰν συναχθῶσι δύο ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἴδοις δ' ἂν καὶ αὐτὸν τὸν ἱερώτατον Παῦλον καταρρᾳθυμοῦντα πολλάκις τοῦ καὶ ἄνθρωπον δεῖν ἀνακηρύττειν αὐτόν. Παῦλος γάρ φησι, ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Καὶ αὖ ἐπὶ τούτοις· Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον, φησί, τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὔκ ἐστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Καὶ μὴν καὶ ἑτέρωθί φησιν· Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν. Τίς οὖν ἐστιν Ἰησοῦς ὁ Χριστός, ὁ τὴν οὕτως ἀπόρρητον ἀπλανῆ τε καὶ θείαν ἀποκάλυψιν τῶν ἑαυτοῦ μυστηρίων ἐναστράπτων αὐτῷ; Ἆρ' οὐχὶ γενόμενος σὰρξ ὁ Λόγος, καὶ τὴν ἐκ γυναικὸς δι' ἡμᾶς οὐκ ἀτιμάσας γέννησιν; {Β} Πάνυ μὲν οὖν. ∆ιαμεμνήσομαι γὰρ τοῦ μακαρίου λέγοντος Γαβριὴλ πρὸς τὴν ἁγίαν Παρθένον·