1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

13

σαλευθῶ εἰς τὸν αἰῶνα·» διὸ καὶ παραχρῆμα καταλείπεται ὑπὸ τοῦ συνεργοῦντος αὐτῷ τὰ ἀγαθὰ Κυρίου, συμπλέκεται δὲ αὐτῷ πνεῦμα ἀλλότριον· λέγει δ' οὖν ἐν τῷ αὐτῷ ψαλμῷ· «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Σὺ δὲ ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» ∆ιδάσκων ὅτι πρότερον εἰπὼν οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, μετὰ ταῦτα ἀποστρέψαντος τοῦ Θεοῦ τὸ πρόσωπον αὐτοῦ διὰ τὴν μεγαλορήμονα φωνὴν, ὁμολογεῖ τεταράχθαι· εἶτ' ὠφεληθεὶς ἐπὶ τούτοις, τὰ πάλαι ἑαυτοῦ κατορθώματα, οὐκέτι ἑαυτῷ, τῷ Θεῷ δὲ προσγράφει λέγων· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Ὅτε γὰρ, φησὶν, ἀπέστρεψας τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος, τότε ἔγνων ὅτι καὶ πάλαι πρότερον τῷ σῷ θελήματι παρέσχου τῷ κάλλει μου δύναμιν. Εἰ γὰρ ἦν τι κάλλος ὑπάρχον περὶ τὴν ἐμὴν ψυχὴν πρὸ τῆς ἁμαρτίας, τοῦτο αὐτὸ ἐκ σῆς χάριτος καὶ δωρεᾶς μοι προσῆν· ταῦτα δὲ μετὰ τὴν συναίσθησιν τῆς ἑαυτοῦ ἀσθενείας ὁμολογεῖ.

γʹ. Πλὴν ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ, καὶ τὴν ἐν τῷ πεντηκοστῷ ψαλμῷ εὐχὴν ἀναπέμπει λέγων· «Σοὶ 22.916 μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» λέγων δὲ, σοὶ μόνῳ ἥμαρτον, οὐ τοῦτό φησιν ὅτι εἰς τὸν Θεὸν ἥμαρτον μόνον· οὔτε γὰρ βλασφημίας, οὔτε ἐπιορκίας, οὔτε τοιαύτης τινὸς ἀσεβείας ὁ τρόπος αὐτοῦ τῆς ἁμαρτίας, ἵνα τις ὑπολάβοι αὐτὸν εἰς Θεὸν ἡμαρτηκέναι· ἀλλ' εἰ χρὴ εἰπεῖν, τὰ μεγάλα ἥμαρτεν εἰς τὴν Βηρσαβεὲ, τὰ μέγιστα δὲ καὶ εἰς τὸν Οὐρίαν, ὑπὲρ πάντα δὲ εἰς τὴν ἑαυτοῦ ψυχήν· πῶς οὖν ἐνταῦθά φησι, σοὶ μόνῳ ἥμαρτον; ἀλλ' οἶμαι τοῦτ' αὐτὸν λέγειν, ὅτι σοι μόνῳ ἔγνωσται τὸ ἁμάρτημά μου. Ἐπιφέρει γοῦν τὸ σαφέστερον ἐν τῷ· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Ἀνθρώπων γὰρ οὐδείς μοι φόβος ἦν, εἰ μὴ ὁ σὸς ἐπέκειτο φόβος. Ῥίψας γοῦν ἑαυτὸν ἐπὶ πρόσωπον, οὐ πρότερον ἀναστήσεσθαί φησιν, ἢ τυχεῖν τῆς ἀξιώσεως. Καὶ συνεύχονταί γε αὐτῷ πάντες οἱ ἀγαθῶν συνεργοὶ, παρακαλοῦντες εἰσακουσθῆναι αὐτόν· διὸ εἴρηται ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ· «Μνήσθητι, Κύριε, τοῦ ∆αβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.»

δʹ. Οὕτως δὲ αὐτῷ εὐξαμένῳ καὶ διαβεβαιωσαμένῳ, ὅτι μὴ πρότερον ἀναβήσεται ἐπὶ κλίνης στρωμνῆς αὐτοῦ, ὅτι τε οὐκ εἰσελεύσεται εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἔτι οὐ δώσει τοῖς βλεφάροις αὑτοῦ νυσταγμὸν, ἕως οὗ εὕρῃ τὸν μέλλοντα τοῦ Κυρίου τόπον, δείκνυσιν ὁ Κύριος αὐτῷ τὴν Βηθλεέμ· διὸ μετὰ τὴν εὐχὴν συνευξάμενοι αὐτῷ ἱεροὶ ἄγγελοι Θεοῦ ἐπιλέγουσιν ἑξῆς· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ.» Ἐφραθὰ δέ ἐστιν ἡ Βηθλεὲμ, ὡς ἱστορεῖ Μωϋσῆς λέγων· «Ἀπέθανε δὲ Ῥαχὴλ, καὶ ἐτάφη ἐν ὁδῷ Ἐφραθᾶ·αὕτη ἐστὶ Βηθλεέμ.» Ἀλλὰ καὶ Μιχαίας φησὶ τὴν Ἐφραθὰ εἶναι Βηθλεὲμ, λέγων· «Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα.» Εἶτα ἐπεύξατο ὁ ∆αβὶδ οὐ μόνον τὸν τόπον γνῶναι τοῦ Κυρίου, ἀλλὰ καὶ τὸ σκήνωμα αὐτοῦ ὁπόθεν ἔσται· σκήνωμα δὲ τὸ σκῆνος καὶ τὸ σῶμα ὃ ἀνείληφεν ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει· εἰκότως περὶ μὲν τοῦ τόπου προαπήγγειλαν φήσαντες· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ.» Περὶ δὲ τοῦ σκηνώματος ἑξῆς ἐπιλέγουσιν αὐτῷ· «Ὤμοσε Κύριος τῷ ∆αβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» ∆ι' ὧν διδάσκεται ὁ ∆αβὶδ ὅτι τὸ μέλλον ἔσεσθαι τοῦ Κυρίου σκήνωμα, ὁ καρπὸς ἦν ὁ ἐκ κοιλίας αὐτοῦ γενησόμενος.

Θʹ ∆ιὰ τί τῆς Ῥοὺθ ἐμνημόνευσεν ὁ εὐαγγελιστής.