1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

13

ὅπως βαρὺ τὸ πρᾶγμα καὶ ἐπαχθές. Ἡ γὰρ ἀθυμία ψυχῶν ἐστι βασανιστήριον χαλεπόν, ὀδύνη τις ἄρρητος καὶ δίκη δίκης ἁπάσης καὶ τιμωρίας πικροτέρα. Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς καὶ σής ἐστιν οὐχὶ ὀστέων, ἀλλὰ καὶ διανοίας καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξέων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων καὶ νόσος πολλοὺς τῶν ὁρωμένων ἐπισκοτοῦσα. Ὅ τε γὰρ ἥλιος ἥ τε τοῦ ἀέρος φύσις τούτου τοῦ διειδοῦς τοῖς οὕτω διακειμένοις παρενοχλεῖν δοκεῖ. Καὶ ἐν μεσημβρίᾳ μέσῃ νύκτα μιμεῖται βαθεῖαν. ∆ιὸ καὶ ὁ θαυμά σιος προφήτης τοῦτο δηλῶν ἔλεγε· δύσεται ὁ ἥλιος αὐτοῖς ἐν μεσημβρίᾳ, οὐχ ὡς ἀφανιζομένου τοῦ ἄστρου, οὐδ' ὡς τοῦ συνήθους διακοπτομένου δρόμου, ἀλλ' ὡς τῆς ἀθυμούσης ψυχῆς ἐν τῷ φανοτάτῳ τῆς ἡμέρας νύκτα φανταζομένης. Οὐ γὰρ τοιοῦτον τῆς νυκτὸς τὸ σκότος, οἵα τῆς ἀθυμίας ἡ νύξ, οὐ κατὰ νόμον φύσεως παραγινομένη, ἀλλὰ κατὰ λογισμῶν σκότωσιν συναγομένη, φοβερά τις οὖσα καὶ ἀφόρητος, ἀμείλικτον ἔχουσα τὸ πρόσωπον, τυράννου παντὸς ὠμοτέρα, οὐδενὶ ταχέως εἴκουσα τῶν διαλύειν αὐτὴν ἐπιχειρούντων, ἀλλ' ἀδάμαντος στερρότερον κατέχουσα πολλάκις τὴν ἁλοῦσαν ψυχήν, ὅταν αὐτὴ μὴ πολλὴ ᾖ κεχρημένη τῇ φιλοσοφίᾳ.

Τί δεῖ τὰ πολλὰ λέγειν οἴκοθεν περὶ αὐτῆς ἀποφαινόμενον, παρὸν ἐπὶ τοὺς ἁλόντας ἐλθεῖν κἀκεῖθεν αὐτῆς τὴν ἰσχὺν ἅπασαν καταμαθεῖν. Μᾶλλον δέ, εἰ δοκεῖ τέως, πρότερον ἑτέρωθεν αὐτῆς ποιησώμεθα τὴν ἀπόδειξιν. Ὅτε γὰρ ἥμαρτεν Ἀδὰμ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν καὶ τὸ κοινὸν καὶ πάντων ἀνθρώπων κατεδίκασε γένος, μόχθῳ τότε κατεδικάζετο· ἡ δὲ μείζονα ἁμαρτοῦσα καὶ οὕτω μειζόνως τὴν ἁμαρτίαν τὴν τούτου πρὸς ἐκείνην συγκρινομένην μηδὲ ἁμαρτίαν εἶναι νομίζεσθαι-Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, φησίν, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν-αὕτη τοίνυν ἡ ἀπατηθεῖσα καὶ ἐν παραβάσει γενομένη καὶ τὸ δηλητήριον καὶ ἑαυτῇ καὶ τῷ ἀνδρὶ κατασκευάσασα φάρμακον πλείονι τῇ λύπῃ κατακρίνεται ὡς κατατεῖναι δυναμένη τοῦ μόχθου μειζόνως. Πληθύνων γάρ, φησί, πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα. Οὐδαμοῦ πόνος, οὐδαμοῦ ἱδρώς, οὐδαμοῦ μόχθος, ἀλλ' ἀθυμία καὶ στεναγμὸς καὶ ἡ ἐντεῦθεν τιμωρία καὶ πόνων καὶ μυρίων θανάτων ἀντίρροπος οὖσα μᾶλ λον δὲ καὶ πολλῷ χαλεπωτέρα. Καίτοι τί θανάτου χεῖρον; Οὐχὶ τὸ κεφάλαιον τῶν ἐν ἀνθρώποις κακῶν, τὸ φοβερὸν καὶ ἀφόρητον καὶ μυρίων ἄξιον θρήνων τοῦτο εἶναι δοκεῖ; Οὐχὶ παρανομίας τῆς χαλεπωτάτης ταύτην ἔφησε δίκην ὁ Παῦλος; Τοὺς γὰρ ἀναξίως τῶν ἱερῶν ἁπτομένους μυστηρίων καὶ τῆς φρικτῆς ἐκείνης μετέχοντας τραπέζης ταύτην ἔφησε τίνειν δίκην οὕτω λέγων· διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. Οὐχὶ καὶ νομοθέται πάντες τοὺς τὰ ἀνήκεστα πλημμελοῦντας τούτῳ καταδικάζουσι τῷ ἐπιτιμίῳ; Καὶ ὁ Θεὸς δὲ οὐ ταύτην ἐσχάτην ἠπείλησε τὴν τιμωρίαν ἐν τῷ νόμῳ τοῖς μεγάλα πλημμελοῦσιν; Οὐ διὰ τὸν τούτου φόβον ὁ πατριάρχης ἐκεῖνος καὶ τὴν φύσιν αὐτὴν νικήσας τὴν γυναῖκα τὴν ἑαυτοῦ κατεδέξατο ἡδυπαθείαις ἐκδοῦναι βαρβαρικαῖς καὶ Αἰγυπτιακῇ τυραννίδι;

Καὶ τὸ δρᾶμα τῆς ὕβρεως αὐτός τε κατεσκεύαζε καὶ τὴν γυναῖκα παρεκάλει τὴν χαλεπὴν ταύτην συνυποκρίνασθαι τραγῳδίαν αὐτῷ καὶ οὐδὲ τὴν αἰτίαν αἰσχύνεται τιθεὶς τῆς τοιαύτης σκηνῆς. Ἔσται γάρ, φησίν, ὡς ἂν ἴδωσί σε οὕτω τῇ ὥρᾳ λάμπουσαν καὶ τῷ κάλλει τῆς ὄψεως κρατοῦσαν, ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν, ὅτι ἀδελφή μου εἶ, ἵνα εὖ μοι γένηται διὰ σὲ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. Εἶδες φόβον, εἶδες τρόμον κατασείοντα τὴν ὑψηλὴν ἐκείνην καὶ φιλόσοφον ψυχήν; Εἶδες τὸν