1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

13

κατηγορίαι αἱ ἐκτὸς τῆς οὐσίας ἔχουσιν ἑκάστη, εἰ καὶ συμβεβηκότα εἰσί, συστατικὰς καὶ διαιρετικὰς διαφορὰς καὶ ἑκάστη αὐτῶν γενικώτατον γένος ἐστὶ καὶ ἔχει καὶ εἴδη καὶ γένη ὑπάλληλα καὶ εἰδικώτατα εἴδη. Πάντως γάρ, ὅτι, ἔνθα γένος, καὶ διαφοραὶ διαιρετικαί εἰσιν· αὗται γάρ εἰσιν αἱ διαιροῦσαι τὰ γένη εἰς εἴδη· καί, ἔνθα εἴδη, εἰσὶ καὶ συστατικαὶ διαφοραί· αὗται γάρ εἰσιν αἱ συνιστῶσαι τὰ εἴδη. Τὸ ἓν τριχῶς λαμβάνεται· ἢ γένει, οἷόν φαμεν ἄνθρωπον καὶ ἵππον ἓν τῷ γένει καὶ ταὐτόν· ὑφ' ἓν γὰρ γένος εἰσίν, ὑπὸ τὸ ζῷον· ἢ εἴδει, ὡς Σωκράτην φαμὲν καὶ Πλάτωνα ὑφ' ἓν εἶδος ὄντας, ὑπὸ τὸν ἄνθρωπον, ἓν εἶναι τῷ εἴδει καὶ ταὐτόν· ἢ ἀριθμῷ, ὡς Σωκράτην φαμὲν ἕνα εἶναι καθ' αὑτὸν τῶν λοιπῶν ἀνθρώπων κεχωρισμένον. 22 Περὶ τοῦ ἔν τινι. Τὸ ἔν τινι ἑνδεκαχῶς· αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου· βʹ ὡς εἶδος ἐν γένει ὡς ἄνθρωπος ἐν τῇ διαιρέσει τοῦ ζῴου· γʹ ἐν τόπῳ ὡς ἱερεὺς ἐν τῷ ναῷ· δʹ ἐν χρόνῳ ὡς Νῶε ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ· εʹ ἐν ἀγγείῳ ὡς οἶνος ἐν κρατῆρι· ϛʹ ὡς ὅλον ἐν μέρεσιν ὡς Σωκράτης ἐν τοῖς οἰκείοις μέλεσι κεφαλῇ τε καὶ χερσὶ καὶ ποσί· τοῦτο δὲ οὐκ ἔστιν ἔν τινι ἀλλ' ἔν τισιν· ζʹ ὡς μέρος ἐν ὅλῳ ὡς κεφαλή, χεὶρ ἐν Σωκράτει· ηʹ ὡς εἶδος ἐν ὕλῃ ὡς τὸ εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ· θʹ ὡς ἐν τῷ ποιητικῷ αἰτίῳ ὡς τὰ πάντα ἐν τῷ θεῷ· ιʹ ὡς ἐν τῷ τελικῷ αἰτίῳ ὡς ἡ κλίνη ἐν τῇ τῶν ἀνθρώπων ἀναπαύσει· διὰ τὴν ἀνάπαυσιν γὰρ τῶν ἀνθρώπων γίνεται κλίνη· ιαʹ ὡς ἐν ὑποκειμένῳ ὡς λευκὸν ἐν σώματι. Ἰστέον, ὅτι μέρη ὅλου λέγονται, ὅλον δὲ μερῶν οὐδαμῶς, ἀλλ' ὅλον ἐν μέρεσι. 23 Περὶ οὐσίας. Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι ἤγουν τὸ μὴ δι' ἄλλο ὂν μηδὲ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μηδὲ δεόμενον ἑτέρου πρὸς σύστασιν, ἀλλ' ἐν αὑτῷ ὄν, ἐν ᾧ καὶ τὸ συμβεβηκὸς ἔχει τὴν ὕπαρξιν· τὸ γὰρ χρῶμα διὰ τὸ σῶμα γέγονεν, ἵνα χρῴζῃ αὐτό, καὶ οὐ τὸ σῶμα διὰ τὸ χρῶμα. Καὶ τὸ χρῶμα ἐν τῷ σώματι ὑπάρχει καὶ οὐ τὸ σῶμα ἐν τῷ χρώματι· ὅθεν καὶ τὸ χρῶμα τοῦ σώματος λέγεται καὶ οὐ τὸ σῶμα τοῦ χρώματος. Πολλάκις τοιγαροῦν ἀλλασσομένου τοῦ χρώματος καὶ μεταβαλλομένου ἡ οὐσία οὐ μεταβάλλεται ἤγουν τὸ σῶμα, ἀλλὰ μένει τὸ αὐτό. Λέγεται δὲ οὐσία παρὰ τὸ εἶναι. 24 Περὶ φύσεως. Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· οὐ γὰρ κινεῖται ἀπὸ τόπου εἰς τόπον. Ἡ οὖν ἀρχὴ καὶ ἡ αἰτία τῆς κινήσεώς τε καὶ τῆς ἠρεμίας αὐτῆς, καθ' ἣν πέφυκεν οὕτω κινεῖσθαι καὶ ἠρεμεῖν οὐσιωδῶς ἤγουν φυσικῶς καὶ οὐ κατὰ συμβεβηκός, φύσις λέγεται παρὰ τὸ τοιῶσδε πεφυκέναι τε καὶ ὑπάρχειν. Αὕτη δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ οὐσία· ἐκ γὰρ τῆς οὐσίας ἔχει τὴν τοιαύτην δύναμιν ἤγουν τὴν κίνησιν καὶ ἠρεμίαν. Καὶ ἡ οὐσία ἐστὶν ἡ αἰτία τῆς κινήσεως αὐτῆς καὶ ἠρεμίας. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυκέναι. 25 Περὶ μορφῆς. Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος· οἷον ἡ οὐσία μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα ὑπὸ τοῦ σώματος τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ καὶ ἀποτελέσασα τὸ ζῷον, πάλιν τε προσλαβοῦσα τὸ λογικὸν καὶ τὸ θνητὸν ἀποτελεῖ τὸ τοῦ ἀνθρώπου εἶδος. Ὅπερ