13
νοῦ γένηται, τοῦ φυσικῶς αὐτὴν τάττοντος. Ἐπειδὴ δὲ ἡ γνωστικὴ ἕξις διὰ τῆς καθ᾽ ἡδονὴν διαχύσεως ἐκ τῆς γενομένης παρακοῆς ὑδαρώθη, ἦλθεν ὁ Λόγος ἐπανάγων εἰς γῆν τὴν ἐξαρχῆς στερρότητα. Ἡ δὲ αἰτοῦσα μήτηρ ἐστὶν ἡ πίστις ἢ καὶ ἡ ταπείνωσις ἢ καὶ ἡ ἐπιστημονικὴ σοφία· ἑκάστη γὰρ τούτων τίκτειν πέφυκεν τὴν ἐν ἀνθρώποις ἄκραν θεοειδῆ ἕξιν.
Τὸ δὲ «οὔπω ἥκει ἡ ὥρα μου» δηλοῖ, ἐπειδὴ προηγεῖται ἡ διδασκαλία τῶν σημείων διὰ γὰρ τοὺς ἀπιστοῦντας τῇ διδασκαλίᾳ ἡ τῶν σημείων ἐπίδειξις γίνεται οὔπω δὲ ἦν ἐκεῖ διδάξας καὶ πεῖραν λαβὼν αὐτῶν ἀπιστίας, διὰ τοῦτο εἶπεν· «οὔπω ἥκει ἡ ὥρα μου».
Οἱ δὲ ὑπηρέται δηλοῦσιν τοὺς προφήτας, οἵτινες τὴν φύσιν 14Α_062 διὰ τῆς παραβάσεως κενωθεῖσαν διὰ τῆς αὐτῶν διδασκαλίας *** ὁ δὲ Κύριος ἐλθὼν μετέβαλεν εἰς πνευματικὴν γνῶσιν καὶ τὴν φύσιν εἰς τὸ ὑπὲρ φύσιν ἀνήγαγεν διὰ τῆς πίστεως. Αὐτὴ γὰρ ἐπέχει τῆς Θεοτόκου τὸ πρόσωπον· καθάπερ γὰρ ἡ Θεοτόκος, κατὰ τὴν δημιουργίαν ἐκ τοῦ Κυρίου καὶ Υἱοῦ αὐτῆς ὑπάρχουσα, κατὰ σάρκα αὐτὴ αὐτὸν ἀπεκύησεν, οὕτως καὶ ἡ πίστις ἐκ τοῦ λόγου ὑπάρχουσα διὰ τῆς ἐνεργείας τῆς πράξεως τὸν λόγον εἰς ἐνέργειαν ἄγει.
Αἱ δὲ ὑδρίαι ἐπειδὴ ἕξ εἰσιν δηλοῦσιν τὴν ποιητικὴν τῶν ἀγαθῶν ἕξιν διὰ τὸ καὶ τὸν Κύριον ἐν ἓξ ἡμέραις τὸν ὁρατὸν δημιουργῆσαι κόσμον. Ὁ δὲ ἀρχιτρίκλινος ὁ διακριτικός ἐστιν νόμος· διὰ τοῦτό φησιν· «πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον προτίθησιν καὶ τότε τὸν ἐλάσσω»· ὁ γὰρ ἀκραιφνὴς καὶ διακριτικὸς νόμος διακρίνων «ἔδει», φησίν, «τὸν νοῦν πρῶτον τῇ ἐπιγνώσει εἰς τὸν αἴτιον ἀναδραμεῖν καὶ εἶθ᾽ οὕτως εἰς τὰ μετ᾽ αὐτόν, ὅπερ ὁ Ἀδὰμ οὐκ ἐποίησεν» ἢ καὶ ὅτι «τὴν τοῦ Κυρίου διδασκαλίαν ἔδει πρώτην ποθῆναι τοῦ νόμου καὶ τῶν προφητῶν».
ΕΡΩΤΗΣΙΣ 36 Πῶς νοήσωμεν τὸ τοῦ Εὐαγγελίου ὅτι «μείζων Ἰωάννου ἐν γεννητοῖς οὐκ
ἐγήγερται, ὁ δὲ μικρότερος αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν»; ΑΠΟΚΡΙΣΙΣ Ὅστις ὑπὲρ τὸν Ἰωάννην ταπεινώσει ἑαυτόν τοῦτο γάρ ἐστιν τὸ
«μικρότερος» ἐκεῖνος μείζων ἐστὶν τοῦ Ἰωάννου. Ἢ καὶ ἄλλως· ἐπειδὴ ὁ Ἰωάννης τὴν ἐνταῦθα ἐφικτὴν διὰ θεωρίας γνῶσιν κατειληφέναι πιστεύεται, ἡ μικρὰ καὶ τελευταία κατὰ 14Α_064 τὴν μέλλουσαν φανήσεσθαι κατάστασιν γνῶσις μείζων ὑπάρχει τῆς ἐνταῦθα. Ἢ καὶ ὅτι ὁ ἐν ἀνθρώποις ἄκρος θεολόγος τοῦ ἐν ἀγγέλοις ἐσχάτου ἐστὶν μικρότερος. Ἢ καὶ ὁ κατὰ τὴν εὐαγγελικὴν πολιτείαν τὴν ἐσχάτην ἔχων τάξιν τοῦ κατὰ τὴν νομικὴν δικαιοσύνην ἄκρου μείζων ἐστίν.
ΕΡΩΤΗΣΙΣ 37 Τί ἄρα δηλοῦσιν τὰ παρὰ τῷ νόμῳ ἀκάθαρτα ὄρνεά τε καὶ χερσαῖα καὶ ἔνυδρα τῷ
καθολικῷ λόγῳ; ΑΠΟΚΡΙΣΙΣ Τὰ μὲν ὄρνεα δηλοῦν ὑπειλήφαμεν τὸ καθόλου τῆς κενοδοξίας καὶ
ὑπερηφανίας πάθος εἰς διαφόρους τρόπους διαιρούμενον κατὰ τὰς τῶν ὀρνέων διαφοράς. Τὰ δὲ καθόλου χερσαῖα ζῷα δηλοῦσιν τὸ πάθος τῆς φιλαργυρίας εἰς διαφορὰς σχιζόμενον κατὰ τὴν ἑκάστου ἤθους τῶν ζῴων διαφοράν. Τὰ δὲ καθόλου ἔνυδρα δηλοῦσιν τὸ τῆς γαστριμαργίας πάθος διὰ τὸ γλίσχρον καὶ δυσκίνητον καὶ τῇ γῇ ἐνκυλινδεῖσθαι καὶ φλέγμα εἶναι τοὺς παρὰ τῷ νόμῳ ἀκαθάρτους ἰχθύας· τὰ δὲ ἔχοντα πτερύγια καὶ λεπίδας καθαρὰ ὁ νόμος ὁρίζεται, σημαίνων διὰ μὲν τοῦ ἔχοντος ἐν τῇ κοιλίᾳ πτερύγια τὸν ἐπὶ τῇ ἡδονῇ ἔχοντα ἐπηρτημένον ὑψηλὸν λόγον μὴ συγχωροῦντα ἐπὶ τῇ κοιλίᾳ πορεύεσθαι, διὰ δὲ τοῦ ἐπάνω τοῦ νώτου ἔχοντος πτερύγια τὸν τῇ ὑπομονῇ τῶν ἐπερχομένων ἀνδρικῶς διανηχόμενον τοῦ βίου τὴν