1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

13

∆ι' αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐ φύσις, ἀλλὰ γνώμη τῶν ἀνθρώπων ἐν ἀρετῇ καὶ κακίᾳ κρατεῖ. Καὶ οἱ μὲν ἀκολασίαν, οἱ δὲ σωφροσύνην τιμῶσιν, οὐχ ὑπὸ φύσεως, ἀλλ' ὑπὸ προαιρέσεως κυβερνώμενοι. Πολλῶν [γὰ]ρ τὸ ἔ[θνος] τῶν Ἰσαύρων κατηγορούντων, ὡς ἐρῶσι χρημάτων καὶ φιλόχρυσοι καὶ τοῦ πλείονος ἐφιέμενοι, εὕρομεν τὸν λαμπρότατον Νέωνα, παρ' ἐκείνοις μὲν φύντα καὶ τραφέντα, τὸν πλεονεκτικὸν δὲ βδελυξάμενον βίον, μᾶλλον δὲ οὐ μόνον ἀδίκως τὴν χεῖρα προ τεῖναι μὴ ἀνασχόμενον, ἀλλ' οὐδὲ δικαίως κερδάναι προελόμε νον, τὰ δὲ οἰκεῖα προέμενον εἰς τὴν τῶν πόλεων ἐπιμέλειαν, καὶ παντὶ μὲν ἀδικουμένῳ τὴν ἀκοὴν ὑποσχόντα, ἀδίκοις δὲ καὶ συκοφάνταις ἀποκλείσαντα τὰς τοῦ δικαστηρίου κιγκλίδας. Τί οὖν ἂν πάθοιεν οἱ τοιαύτης στερηθέντες κηδεμονίας ἔξεσ τιν ἐκ τούτων μαθεῖν τὴν ὑμετέραν μεγαλοπρέπειαν. 41 ΑΝ∆ΡΕΑ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ. Θαυμαστῶς ἡμῖν ἐζωγράφησας, ὦ ἄριστε, τοῖς τῶν λόγων χρησάμενος χρώμασι τὸν θεοφιλέστατον ∆αμιανὸν τὸν πρεσ βύτερον· τοιοῦτον γὰρ αὐτὸν εἴδομεν, οἷον διὰ τῶν γραμμάτων ἡρμήνευσας. Καὶ ἐγὼ μὲν πεῖραν ἔλαβον τοῦ τρόπου, τοῦ δὲ λόγου ἀπέλαυσεν ὁ λεώς. Ἐμὲ γὰρ ἡ νόσος ἐκώλυσε, μόνον δὲ τῶν ἀκροατῶν ἀκήκοα ὅτι τοιοῦτος ἀνήρ, οἷον ἡ σὴ ὁσιότης ὑπέδειξεν. Ἀλλὰ γεύσας ἡμᾶς, καὶ νῦν τὰ ὑπερκείμενα μιμη σάμενος νέφη, ψεκάδας ὀλίγας ἀφίησι, καὶ διψῶντας παρέρχε ται. Ἐμὲ δὲ ἧσεν, ὅτι μοι τῶν πρὸς τὴν σὴν ἁγιότητα γραμ μάτων ἐγένετο πρόξενος· καὶ γὰρ ἀσθενῶς διακείμενος, ἐσπού δασα δι' αὐτοῦ προσειπεῖν σου τὴν ὁσιότητα καὶ εἰς τὴν [ὑπὲρ ἐμοῦ] προσευχὴν διεγεῖραι. 42 ΕΥΘΑΛΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Μίαν ἐσχηκὼς παραψυχὴν ἐν τῇδ[ε τῇ] πόλ[ει], τὴν τῆς σῆς θεοσεβείας συνουσίαν, σφόδρα ἠνιάθην, ταύτης ἐν τοσούτῳ μὴ ἀπολαύσας χρόνῳ. Ἀλγῶ δὲ πλέον ὅτι τῇ ἀδοκήτῳ ταύτῃ ζημίᾳ περιπεπτωκώς, καὶ ἀθυμῶν, ὡς εἰκός, οὐδὲ τὸν ψυχα γωγοῦντα ἔχεις καὶ τὴν ἀθυμίαν ταῖς τοῦ παναγίου Πνεύματος ἐπῳδαῖς ἀπελαύνοντα. Ἀλλ', ὦ θαυμάσιε, γενοῦ σαυτῷ καὶ σύμβουλος καὶ διδάσκαλος, καὶ ἣν ἐκ παιδὸς μετῆλθες φιλο σοφίαν ἐν τοῖς ἀγῶσιν ἐπίδειξαι, καὶ μαθέτωσαν ἅπαντες, ὡς ἔργῳ μᾶλλον ἢ λόγῳ φιλοσοφεῖς, οὐδὲν μὲν ἡγούμενος τὰ ἀνθρώπινα, πλούτου δὲ ῥεύματα καὶ πενίαν ἐσχάτην ἴσα τιθέ μενος. Ἑκάτερον γάρ, ὡς οἶσθα, κατὰ τὴν εὐρίπων ἐπίῤῥοιαν τῇδε κἀκεῖσε πέφυκε μεταβαίνειν, καὶ νῦν μὲν ὡς τοῦτον, νῦν δὲ ὡς ἐκεῖνον εἶναι. Ἀρετὴ δέ, ἧς τρόφιμος ὑπάρχεις, μόνι μόν ἐστιν ἀγαθόν, καὶ χρὴ ταύτην τὸν μὲν κεκτημένον ἀσφα λῶς φυλάττειν, τὸν δὲ οὐκ ἔχοντα σπουδαίως ζητεῖν· χρυσὸν δὲ καὶ τἆλλα ἀγαθὰ τοῦ πλούτου παρόντα μὲν δεόντως οἰκο νομεῖν, ἀπόντα δὲ μὴ ποθεῖν. Ταῦτα φιλοσοφῶν διατελεῖς· ταῦτα καὶ ἑτέροις εἰσηγήσω πολλάκις. Μαθέτωσαν τοίνυν οἱ ζητοῦντες, ὡς χρήματα μὲν λαβεῖν [ἰσ]χύουσιν, [ἀρε]τὴν δὲ [συ]λῆσαι οὐ δύνανται πώποτε. 43 ΑΓΙΑΝΩ ΜΟΝΑΖΟΝΤΙ. Τὸ μηδὲν ἄγαν καὶ μέτρον ἄριστον , καὶ ὅσα τοιαῦτα τοῖς πάλαι σοφοῖς εἴρηται, ἐπὶ παντὸς ἡγοῦμαι καλοῦ τε καὶ συμφέροντος· οὐ γὰρ μόνον τὰ ὑψηλὰ καὶ ὑπέρογκα κωλύειν φρονήματα ἐθέλοντες, ταῦτα ἔφασαν οἱ τὴν τῶν ἠθῶν ἀναδε ξάμενοι διακόσμησιν, ἀλλὰ καὶ τὰ λίαν ταπεινὰ καὶ πέρα τοῦ μετρίου κάτω που κείμενα