Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς προσκομίζειν τῷ θεῷ, ἅπαντα πληροῦντας ἐκεῖ τὰ κατὰ νόμον. ἀλλὰ μὴν καὶ ληνὸν τὸν βωμόν, ἐφ' οὗ τὸ τῶν θυσιῶν ἐξεχεῖτο τὸ αἷμα, γεωργοὺς δὲ τὸ ἱερατικὸν τάγμα καὶ ἅπαντας τοὺς τοῦτο ἐγκεχειρισ μένους, ὥστε σκευάζειν τὸν λαὸν τὴν ἀπὸ τῆς τοῦ νόμου διδασκαλίας ἐπικαρπίαν τῷ θεῷ δι' «ἀγαθῆς » προσάγειν «συνειδήσεως ». ἀποστα λέντας δούλους τοὺς κατὰ καιρὸν λέγει προφήτας, οἳ ἀπεστέλλοντο πρὸς τὸ εὐγνώμονα γενέσθαι τὸν λαὸν περὶ τὰ ὀφειλόμενα τῷ θεῷ ἢ καὶ τοὺς ἱερέας· συνεχὴς γὰρ αὐτοῖς ὁ ἔλεγχος κατ' ἐκείνων μάλιστα ἐγίνετο ὡς καὶ τοῖς λοιποῖς αἰτίων τῆς βλάβης· παθόντες δὲ ὅσα μυρία παρὰ τῶν Ἰουδαίων κακὰ καὶ μάλιστα παρὰ τῶν ἡγεῖσθαι δοκούντων ἐν αὐτοῖς διετέλεσαν ἀνύοντες πλέον οὐδέν· ἄφιξιν δὲ λέγει τοῦ υἱοῦ τὴν αὐτοῦ παρουσίαν παθόντος ὑπ' αὐτῶν καὶ ἀναστάντος καὶ κακῶς ἀπ ολέσαντος αὐτούς·

111 Mt 22, 2-14 Γάμος οὗτος ἐκκλησίας συναπτομένης τῷ λόγῳ καὶ παρασκευὴ τοῦ γάμου διὰ τῆς τῶν πλουσίων χαρισμάτων δόσεως, ἅπερ εἰκάζεται ταύροις καὶ σιτιστοῖς ἐν εὐωχίᾳ πλουσίᾳ παρασκευαζομένοις· «ἐν παντὶ » γὰρ «πεπλουτίσθαι» ἡμᾶς ἐν Χριστῷ ὁ Παῦλός φησιν, «ἐν λόγῳ καὶ γνώσει». πρῶτοι δὲ καὶ δεύτεροι δοῦλοι καλοῦνται, πρῶτοι μὲν οἱ κατὰ τὴν τοῦ κυρίου παρουσίαν προσδραμόντες ἀποστόλων συνεργοὶ καὶ διάδοχοι. ἀμέλεια δὲ κωλύει τοὺς καλουμένους· οἱ γὰρ «κατὰ σάρκα περιπατοῦντες » οὐχ ἕπονται κλήσει θείᾳ τῇ κατὰ Χριστόν. εἶτα λοιπὸν ἡ κλῆσις τῶν ἐθνῶν καὶ οὐκέτι διάκρισις γένους οὐδὲ τῷ Ἰσραὴλ ἡ προνομία, ἀλλὰ καὶ τοῖς ἠμελημένοις καὶ τοῖς ἀπερριμμένοις ἡ χάρις, «σοφοῖς τε καὶ ἀνοήτοις » ὡς ὁ Παῦλός φησιν, πονηροῖς τε καὶ ἀγα θοῖς ὡς ἡ παραβολὴ λέγει· τοὺς γὰρ ποσωσοῦν ἑαυτῶν ἐπιμεληθέντας συγκρίσει τῶν ἐξ ὅλου φαύλων οὕτως καλεῖ. καὶ οἱ πονηροὶ δὲ πρὸς μετάστασιν τὴν ἐκ πονηρίας, ἐάνπερ ὅλως ὑπακούσωσι τῇ κλήσει τῇ ἀγαθοποιῷ καὶ «ἐνδύσαιντο τὸν καινὸν ἄνθρωπον»· εἰ δὲ μὴ τοῦτο, ἐκλήθησαν μέν, οὐκ ἐξελέχθησαν δέ, ἀλλὰ καὶ ἡ κλῆσις αὐτῶν ἀνα τρέπεται· ἐλέγχονται γὰρ καὶ τὴν εἴσοδον οὐκ ἀληθῆ πεποιημένοι. διάκονοι δὲ οἱ ἐκβάλλοντες τοὺς τοιούτους ἄγγελοί εἰσιν. ποδῶν δὲ καὶ χειρῶν δέσις ἡ πάσης ἐνεργείας ἐποχή· οὐ γὰρ ἔτι πρᾶξις οὐδε μία τοῖς πονηροῖς ἐνδίδοται πεπληρωμένου τοῦ καιροῦ τῶν ξένων ἐν ᾧ πεπράχασιν οὐδὲν ἀγαθόν. σκότος δὲ ἐξώτερον λέγων τὰ πορρω τάτω λέγει τῆς θείας ἀρετῆς τε καὶ δόξης. 112 Mt 22, 16 Ἀλλ' ὅτι οἱ τὸν Ἡρώδην Χριστὸν εἶναι λέγοντες, ὡς ἱστορεῖται, τούτους δὴ ὡς ἐναντιωτάτους τῷ ἀληθινῷ Χριστῷ καὶ ὡς περὶ τὸν ἄρ χοντα ὄντας καὶ δυναμένους κατηγορεῖν

μάρτυρας παρεῖναι βούλονται τῇ ἐρωτήσει τῶν πειραζόντων. 113 Mt 22, 23-33 Ἴσμεν δέ, ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν κύριον ὡς τούτων ὄντος θεοῦ τοῦ θεοῦ. οὐ δήπου δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἦν ἡ ἀντιλογία, ἀλλὰ περὶ σωμάτων, ὥστε περὶ τούτων ἡ ἀπόκρισις. λέγεται δὲ τότε ἀνίστα σθαι ὁ νεκρός, ὅτε μετὰ σώματος ἡ ψυχή, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ' ὡς ἀπράκτου οὔσης καὶ τὰ τῆς ζωῆς ἴδια ὅσα μετὰ σώματος οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερόν ἐστιν ἄνθρωπος καὶ ἡ ζωὴ κοινὴ καὶ ἑκατέρων δεῖ πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι. 114 Mt 22, 43 Οὐκ εἶπε δὲ τοῦ πνεύματος κύριον , ἀλλὰ τοῦ ∆αβίδ · οὐ γὰρ ἐπειδὴ ἐν πνεύματι λαλῶν κύριον ἐκάλεσεν τὸν Χριστόν, διὰ τοῦτο δουλοποιητέον τὸν πατέρα ὡς τολμῶσιν οἱ εἰς τὸ πνεῦμα ἀσεβοῦντες. λέγει γοῦν «καὶ υἱὸν » αὐτὸν «τῆς παιδίσκης

14