1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

14

Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Καινὸν δὲ οἶμαι τουτὶ παρὰ τοῦ Πατρὸς ὄνομα δεδόσθαι τῷ Λόγῳ διὰ τῆς ἀγγέλου φωνῆς. Προανεκεκράγει γὰρ οὕτω καὶ χρησμῴδημα προφητικόν· Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ Κύριος ὀνομάσει αὐτό. {Α} Ὅτε τοίνυν ὁ συναΐδιος τῷ Πατρὶ καὶ πρὸ παντὸς αἰῶνος Υἱὸς καὶ Μονογενὴς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, γεγέννηται δὲ διὰ γυναικός, καὶ ὡρίσθη μὲν υἱός, κεχρημάτικε δὲ καὶ πρωτότοκος, καὶ γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, τότε καὶ ὁ φύσει πατὴρ ὁρίζει τοὔνομα, 700 τοῖς τῆς πατρότητος, ἵν' οὕτως εἴπωμεν, ἑπόμενος νόμοις. Εὐφραίνοις γὰρ ἡμᾶς ἄριστα συνεὶς τῆς οἰκονομίας τὸν τρόπον. {Β} Ὁ αὐτὸς οὖν ἄρα καὶ μονογενής ἐστι καὶ πρωτότοκος. {Α} Μὴ γὰρ οἴου κατὰ σαυτὸν ἑτεροίως ἔχειν ἢ οὕτως, ὦ τᾶν. Ὁ γάρ τοι Μονογενὴς ὡς Θεὸς πρωτότοκος ἐν ἡμῖν καθ' ἕνωσιν οἰκονομικήν, καὶ ἐν πολλοῖς ἀδελφοῖς ὡς ἄνθρωπος, ἵνα καὶ ἡμεῖς ὡς ἐν αὐτῷ τε καὶ δι' αὐτὸν υἱοὶ Θεοῦ φυσικῶς τε καὶ κατὰ χάριν. Φυσικῶς μὲν ὡς ἐν αὐτῷ τε καὶ μόνῳ, μεθεκτῶς δὲ καὶ κατὰ χάριν ἡμεῖς δι' αὐτοῦ ἐν Πνεύματι. Ὥσπερ οὖν γέγονεν ἴδιον τῆς ἀνθρωπότητος ἐν Χριστῷ τὸ μονογενὲς διὰ τὸ ἡνῶσθαι τῷ Λόγῳ κατὰ σύμβασιν οἰκονομικήν, οὕτως ἴδιον τοῦ Λόγου τὸ ἐν πολλοῖς ἀδελφοῖς καὶ τὸ πρωτότοκος διὰ τὸ ἡνῶσθαι σαρκί. Ἐρηρεισμένον δ' οὖν ἔχων τὸ εἶναι Θεός, καὶ τροπῆς ἀμείνων ὑπάρχων ἀεί, τῆς ἰδίας οὐκ ἐξοίχεται δόξης. Τοιγάρτοι κεκέλευσται μεθ' ἡμῶν καὶ αὐτὴ τῶν ἄνω πνευμάτων ἡ ἁγία τε καὶ παμμακαρία πληθὺς προσκυνεῖν αὐτῷ. Ἦν γὰρ δήπου καὶ μάλα εἰκὸς ἀνήνασθαι τὴν προσκύνησιν, καὶ κατοκνῆσαι τιμᾶν τὸ τῆς ἀνθρωπότητος ὁρῶντας σμικροπρεπές, καὶ τὸν δι' ἡμᾶς <γενόμενον> καθ' ἡμᾶς οὐκ ἀξιῶσαι δοξολογεῖν, ἀποφοιτῶντας ὡς ἀπωτάτω τοῦ πεπλανῆσθαι δοκεῖν. Ἄποπτον γὰρ καὶ αὐτοῖς ἦν ἔτι τὸ ἐπὶ Χριστῷ μυστήριον, ἐξεκάλυπτε δὲ τὸ Πνεῦμα αὐτοῖς, καὶ δυσσεβεῖν οὐκ ἠφίει τοὺς ἡγιασμένους. Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος· Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Ὁ γὰρ ἰδιότητι φυσικῇ τῆς οἰκουμένης ἁπάσης διενεγκών, ἔξω τε αὐτῆς ὑπάρχων ὡς Θεός, εἰσβέβηκεν εἰς αὐτήν, μέρος κόσμου πεφηνὼς ὡς ἄνθρωπος, πλὴν οὐ διὰ τοῦτο τῆς θείας ἀπώλισθε δόξης. Προσκυνεῖται γὰρ ὡς Μονογενὴς καὶ εἰ καλοῖτο πρωτότοκος, ὅπερ ἐστὶν ἐναργῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ὅτι μάλιστα πρέπον. {Β} Ἄρ' οὖν ὡς ἄνθρωπον προσκυνήσομεν τὸν Ἐμμανουήλ; {Α} Μὴ γένοιτο. Λῆρος ἤδη τουτὶ καὶ ἀπάτη καὶ πλάνησις. ∆ιοίσομεν δὲ κατ' οὐδὲν τῶν τῇ κτίσει λελατρευκότων παρὰ τὸν Κτίστην καὶ Ποιητήν, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, κατὰ τὸ γεγραμμένον, οἷς εἰ φρονήσαιμεν ἀδελφά, καὶ συνακουσόμεθα πάντως· Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. 701 Ἦ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ καὶ ἰσουργοὶ καὶ σύμφρονες τοῖς μνημονευθεῖσιν ἐσόμεθα, τὴν τοῦ Θεοῦ δόξαν ἐν τῷ ψεύδει μεταλλάττοντες ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, εἰ ὡς ἀνθρώπῳ ψιλῷ καὶ ἑνὶ τῶν καθ' ἡμᾶς προσοίσομεν τὴν προσκύνησιν τῷ Ἐμμανουήλ; {Β} Καὶ μάλα. {Α} Τί δέ; Οὐχὶ καὶ αὐτὴ τῶν ἀγγέλων ἡ ἄνω πληθὺς τοῖς εἰς τοῦτο μανίας ἥκουσι συντετάξεται; {Β} Ἀνάγκη. {Α} Ἀνεξίτητον δέ, οἶμαί που, τὴν ἐπὶ τῷ πεπλανῆσθαι γραφὴν καὶ τῇ τῶν ἐθνῶν ἀγέλῃ περιθήσομεν, καὶ δυσαπόνιπτον ἕξει τῶν ἀρχαίων αἰτιαμάτων τὸ βλάβος. Πλανᾶται γάρ, οἶμαι, καὶ νῦν καὶ οὐδὲν ἧττον ἢ πάλαι, καὶ τὴν εἰς εὐθὺ διαστείχουσαν ἠγνόηκε τρίβον. Καὶ περιττός, ὡς ἔοικεν, ὁ μακάριος Παῦλος προσφωνῶν τε αὐτοῖς καὶ λέγων· Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε